§28.16.1ὅτι ἐν τῇ Ῥόδῳ τὰ τῆς ἀντιπολιτείας αἰεὶ μᾶλλον ἐπέτεινεν.
ロドスにおいては、政争が常にいっそう激しさを増していった。
§28.16.2προσπεσόντος γὰρ αὐτοῖς τοῦ τῆς συγκλήτου δόγματος, ἐν ᾧ διεσάφει μηκέτι προσέχειν τοῖς τῶν στρατηγῶν ἐπιτάγμασιν, ἀλλὰ τοῖς αὑτῆς δόγμασι, καὶ τῶν πολλῶν ἀποδεχομένων τὴν τῆς συγκλήτου πρόνοιαν,
というのも、元老院の決議が彼らに届き、そこには将軍たちの命令にではなく、元老院自身の決議に今後従うべきであることが明記されており、また民衆の多くが元老院のこの配慮を歓迎していたからである。
§28.16.3οἱ περὶ τὸν Φιλόφρονα καὶ Θεαίδητον ἐπιλαβόμενοι τῆς ἀφορμῆς ταύτης ἐξειργάζοντο τἀκόλουθα, φάσκοντες δεῖν ἐκπέμπειν πρεσβευτὰς πρὸς τὴν σύγκλητον καὶ τὸν Κόιντον Μάρκιον τὸν ὕπατον καὶ πρὸς Γάιον τὸν ἐπὶ τοῦ ναυτικοῦ.
フィロフロンやテアイデトスの一派はこの機会を捉えて、次なる行動を実行に移し、元老院と執政官クイントゥス・マルキウス、および海軍の指揮官ガイウスのもとへ使節を派遣すべきだと主張した。
§28.16.4τότε γὰρ ἤδη γνώριμον ἦν ἅπασιν οἵτινες τῶν καθεσταμένων ἀρχόντων ἐν τῇ Ῥώμῃ παραγίνεσθαι μέλλουσιν εἰς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους.
なぜなら、当時すでに、ローマで任命された政務官たちのうち誰がギリシア地方に赴くことになっているかが全員に知られていたからである。
§28.16.5κροτηθείσης δὲ τῆς ὑποθέσεως, καίπερ ἀντιρρήσεως γενομένης, ἀπεστάλησαν εἰς μὲν τὴν Ῥώμην ἀρχομένης θερείας Ἁγησίλοχος Ἁγησίου, §28.16.6Νικαγόρας, Νίκανδρος, πρὸς δὲ τὸν ὕπατον καὶ τὸν ἐπὶ τοῦ ναυτικοῦ στρατηγὸν Ἁγέπολις,
この提案が拍手をもって支持され、反対意見は出たものの可決されると、夏の初めにローマに向けて、ハゲシロコス(ハゲシアスの子)、ニカゴラス、ニカンドロスが、また執政官と海軍将軍のもとへはハゲポリス、アリストン、パシクラテスが派遣された。
§28.16.7ἀρίστων, Πασικράτης, ἐντολὰς ἔχοντες ἀνανεοῦσθαι τὰ φιλάνθρωπα πρὸς Ῥωμαίους καὶ πρὸς τὰς διαβολὰς ἀπολογεῖσθαι τὰς λεγομένας ὑπό τινων κατὰ τῆς πόλεως,
彼らはローマ人との好意的関係を更新し、また一部の者たちによって自分たちの都市に対して浴びせられている誹謗中傷に対して弁明せよとの指示を受けていた。
§28.16.8οἱ δὲ περὶ τὸν Ἁγησίλοχον ἅμα τοῖς προειρημένοις καὶ περὶ σιτικῆς ἐξαγωγῆς ποιησόμενοι λόγους.
そして、ハゲシロコスの一派は、前述の事柄に加えて、穀物の輸出についても交渉を行うことになっていた。
§28.16.9τὰ μὲν οὖν ὑπὸ τούτων ῥηθέντα πρὸς τὴν σύγκλητον καὶ τὰς δοθείσας αὐτοῖς ἀποκρίσεις ὑπὸ τῆς συγκλήτου καὶ διότι πάντων τῶν φιλανθρώπων τυχόντες ἐπανῆλθον, ἐν τοῖς Ἰταλικοῖς εἴπομεν.
さて、彼らが元老院に対して述べたことや、元老院から彼らに与えられた回答、そして彼らがあらゆる好意的待遇を得て帰還したことについては、イタリアの出来事を扱う箇所ですでに述べた。
§28.16.10περὶ δὲ τούτου τοῦ μέρους χρήσιμόν ἐστι πλεονάκις ὑπομιμνήσκειν, ὃ δὴ καὶ πειρώμεθα ποιεῖν, διότι πολλάκις ἀναγκαζόμεθα τὰς ἐντεύξεις τῶν πρεσβειῶν καὶ τοὺς χρηματισμοὺς προτέρους ἐξαγγέλλειν τῆς καταστάσεως καὶ τῆς ἐξαποστολῆς.
しかし、この部分については、しばしば読者に注意を促しておくことが有益であり、現に私もそう努めているのだが、というのも、私たちはしばしば、使節団の会見や交渉結果を、その任命や派遣よりも先に報告せざるを得ないからである。
§28.16.11ἐπεὶ γὰρ καθʼ ἕκαστον ἔτος τὰς καταλλήλους πράξεις γράφοντες πειρώμεθʼ ἐν ἑνὶ καιρῷ συγκεφαλαιοῦσθαι τὰς παρʼ ἑκάστοις πράξεις, δῆλον ὡς ἀναγκαῖόν ἐστιν τοῦτο συμβαίνειν περὶ τὴν γραφήν.
なぜなら、年ごとに対応する出来事を記述するにあたり、私たちは各地域での出来事を一つの時期にまとめようと努めているため、記述の上でこのようなことが起こるのが避けられないのは明らかだからである。