Humanitext Reader

波利比奥斯 · 历史 §28.17.1-28.17.15

哈格波利斯出使与罗得斯的调停企图

第 1109 段,共 1311 段 · 希腊语

内容简介

罗得斯使者哈格波利斯受到罗马将领马尔基乌斯和盖乌斯的热情款待,马尔基乌斯暗示罗得斯应当出面调停战争。回国后,罗得斯内部的亲反派分子将这种过分的友好视为罗马人软弱的迹象,认为罗马正处于困境,并决定着手调停叙利亚与埃及之间的战争。

§28.17.1οἱ δὲ περὶ τὸν Ἁγέπολιν ἀφικόμενοι πρὸς τὸν Κόιντον, καταλαβόντες αὐτὸν ἐν Μακεδονίᾳ πρὸς Ἡράκλειον στρατοπεδεύοντα διελέγοντο περὶ ὧν εἶχον τὰς ἐντολάς.
哈格波利斯及其同僚到达昆图斯处,发现他正驻军于马其顿的赫拉克莱翁附近,便就其所携带的指示与他进行了交谈。
§28.17.2ὁ δὲ διακούσας οὐχ οἷον αὐτὸς ἔφη προσέχειν ταῖς διαβολαῖς, ἀλλὰ κἀκείνους παρεκάλει μηδενὸς ἀνέχεσθαι τῶν λέγειν τι τολμώντων κατὰ Ῥωμαίων, καὶ πολλὰ καθόλου τῶν εἰς φιλανθρωπίαν ἡκόντων ἐπεμέτρησεν.
昆图斯听完后,不仅表示自己不会听信这些诽谤,而且还劝勉他们不要容忍任何敢于说罗马人坏话的人,并且在整体上给予了许多充满善意的回应。
§28.17.3ἔγραψε δὲ ταῦτα καὶ πρὸς τὸν δῆμον τῶν Ῥοδίων.
他也将这些意思写信给罗得斯的民众。
§28.17.4τοῦ δʼ Ἁγεπόλιδος ἐψυχαγωγημένου κατὰ τὴν ὅλην ἀπάντησιν ἰσχυρῶς, λαβὼν αὐτὸν κατʼ ἰδίαν εἰς τὰς χεῖρας ὁ Κόιντος θαυμάζειν ἔφη πῶς οὐ πειρῶνται διαλύειν οἱ Ῥόδιοι τὸν ἐνεστῶτα πόλεμον, μάλιστα τοῦ πράγματος ἐκείνοις καθήκοντος.
由于哈格波利斯在整个会见中深受感召,昆图斯单独将他拉到身边,表示他很诧异为什么罗得斯人不设法调停眼前的战争,尤其是这一事务最适合他们来做。
§28.17.5πότερα δὲ τοῦτʼ ἐποίει τὸν Ἀντίοχον ὑποπτεύων μή ποτε κρατήσας τῆς Ἀλεξανδρείας βαρὺς ἔφεδρος αὐτοῖς γένηται, τοῦ πρὸς τὸν Περσέα πολέμου χρόνον λαμβάνοντος· §28.17.6ἤδη γὰρ τότε συνέβαινε συγκεχύσθαι τὸν περὶ Κοίλης Συρίας πόλεμον· §28.17.7ἢ θεωρῶν ὅσον οὔπω κριθησόμενα τὰ κατὰ τὸν Περσέα, τῶν Ῥωμαϊκῶν στρατοπέδων ἐν Μακεδονίᾳ παραβεβληκότων, καὶ §28.17.8καλὰς ἐλπίδας ἔχων ὑπὲρ τῶν ἀποβησομένων ἐβούλετο τοὺς Ῥοδίους προνύξας μεσίτας ἀποδεῖξαι, καὶ τοῦτο πράξαντας δοῦναι τοῖς Ῥωμαίοις ἀφορμὰς εὐλόγους εἰς τὸ βουλεύεσθαι περὶ αὐτῶν ὡς ἂν αὐτοῖς φαίνηται, τὸ μὲν ἀκριβὲς οὐ ῥᾴδιον εἰπεῖν,
他这样做,究竟是因为怀疑安条克,担心他一旦占领亚历山大就会对他们构成沉重的威胁,而与柏修斯的战争又在拖延时间—— 因为在当时,关于柯里叙利亚的战争已经陷入混乱—— 还是因为看到与柏修斯的战事即将见分晓,毕竟罗马军队已经部署在马其顿,并且对未来的结果抱有良好的希望,因而想要促使罗得斯人充当调停者,好让罗得斯人在这样做之后,给罗马人提供合理的借口以便对他们做出任意处置?
§28.17.9δοκῶ δὲ μᾶλλον τὸ τελευταῖον εἰρημένον, ἐξ ὧν ἐμαρτύρησε τὰ μετʼ ὀλίγον συμβάντα τοῖς Ῥοδίοις.
确切的原因很难说清,但我认为更可能是后者,因为不久后罗得斯人遭遇的事件证明了这一点。
§28.17.10οἵ γε μὴν περὶ τὸν Ἁγέπολιν ἐξ αὐτῆς βαδίσαντες πρὸς τὸν Γάιον καὶ πάντων τυχόντες τῶν φιλανθρώπων ὑπερβολικώτερον ἢ παρὰ τῷ Μαρκίῳ ταχέως εἰς τὴν Ῥόδον ἀνεχώρησαν.
而哈格波利斯一行从那里直接前往盖乌斯处,得到了比在马尔基乌斯那里更加过分的善意款待,随后迅速返回罗得斯。
§28.17.11γινομένης δὲ τῆς ἀποπρεσβείας, καὶ τῆς τε διὰ τῶν λόγων φιλανθρωπίας καὶ τῆς διὰ τῶν ἀποκρίσεων εὐνοίας ἑκατέρων τῶν στρατηγῶν ἐφαμίλλου γενομένης, ὀρθοὶ καὶ μετέωροι ταῖς διανοίαις ἐγενήθησαν οἱ Ῥόδιοι πάντες, οὐ μὴν ὡσαύτως.
当使团报告情况时,由于两位将领言语中的友善和答复中的好意不相上下,所有罗得斯人的心都悬了起来,兴奋异常,然而各人的想法并不相同。
§28.17.12οἱ μὲν γὰρ ὑγιαίνοντες περιχαρεῖς ἦσαν ἐπὶ τῇ φιλανθρωπίᾳ τῶν Ῥωμαίων, οἱ δὲ κινηταὶ καὶ καχέκται συνελογίζοντο παρʼ αὑτοῖς σημεῖον εἶναι τὴν ὑπερβολὴν τῆς φιλανθρωπίας τοῦ δεδιέναι τὴν περίστασιν τοὺς Ῥωμαίους καὶ μὴ χωρεῖν αὐτοῖς τὰ πράγματα κατὰ λόγον.
因为健全的人对罗马人的好意感到十分欣喜,而那些煽动者和心怀叵测的人则在心中推论,这种过分的友好正是罗马人惧怕局势、且其事务未能如愿进展的迹象。
§28.17.13ὅτε δὲ καὶ τὸν Ἁγέπολιν συνέβη παραφθέγξασθαι πρός τινας τῶν φίλων, ὅτι παρὰ τοῦ Μαρκίου κατʼ ἰδίαν ἐντολὰς εἴληφε μνημονεύειν πρὸς τὴν βουλὴν ὑπὲρ τοῦ διαλύειν τὸν πόλεμον, §28.17.14τότε δὴ τελέως οἱ περὶ τὸν Δείνωνα συνέθεσαν ἐν κακοῖς μεγάλοις εἶναι τοὺς Ῥωμαίους.
而且,当哈格波利斯恰好向几个朋友透露,他从马尔基乌斯那里得到了私下的指示,要在评议会上提议调停战争时,此时,戴农及其党羽便完全断定罗马人正处于极大的困境之中。
§28.17.15ἀπέστειλαν δὲ καὶ πρεσβευτὰς εἰς τὴν Ἀλεξάνδρειαν τοὺς διαλύσοντας τὸν ἐνεστῶτα πόλεμον Ἀντιόχῳ καὶ Πτολεμαίῳ.
于是,他们也派遣使者前往亚历山大,以调停安条克和托勒密之间正在进行的战争。

词汇与语法注释

  1. 28.17.2οὐχ οἷον αὐτὸς ἔφη προσέχειν ταῖς διαβολαῖς, ἀλλὰ κἀκείνους παρεκάλει — 结构 οὐχ οἷον ... ἀλλὰ καί 表示“不仅……而且……”。这里指马尔基乌斯不仅自己不听信诽谤(οὐχ οἷον προσέχειν),而且还劝告罗得斯人也不要容忍任何针对罗马人的指责(ἀλλὰ κἀκείνους παρεκάλει)。
  2. 28.17.4τοῦ πράγματος ἐκείνοις καθήκοντος — 这是使用无人称动词 καθήκει(应当、属于义务)的分词形式的属格独立结构。逻辑主语是 τοῦ πράγματος(该事务,即调停战争),它与与格 ἐκείνοις(他们,即罗得斯人)相关联。
  3. 28.17.5πότερα δὲ τοῦτʼ ἐποίει τὸν Ἀντίοχον ὑποπτεύων — 28.17.5 中的 πότερα 与 28.17.7 中的 ἢ 构成了表示作者推测的双重间接(或选择性)疑问句骨架:“他这样做究竟是因为……还是因为……”。整个长句在 28.17.8 中以 τὸ μὲν ἀκριβὲς οὐ ῥᾴδιον εἰπεῖν(确切的原因很难说清)收尾。
  4. 28.17.8ὡς ἂν αὐτοῖς φαίνηται — 带有 ἄν 的关系从句,表示不确定或未来的可能性:“如他们所认为的那样(即任凭他们处置,随他们的便)”,暗示了罗马人对罗得斯进行单方面处置的绝对裁量权。
  5. 28.17.12τοῦ δεδιέναι τὴν περίστασιν τοὺς Ῥωμαίους καὶ μὴ χωρεῖν αὐτοῖς τὰ πράγματα κατὰ λόγον — 带冠词不定式的属格形式(τοῦ δεδιέναι ... 和 [τοῦ] μὴ χωρεῖν...)作为前文名词 σημεῖον(迹象)的同格语,解释说明该迹象的具体内容。不定式的逻辑主语分别是属格/对格的 τοὺς Ῥωμαίους(罗马人)和 τὰ πράγματα(事态)。

引用这一段

波利比奥斯, 历史 §28.17.1-28.17.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:28.17.1-28.17.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。