§28.12.1ὅτι τοῦ Περσέως βουλομένου ἥξειν μετὰ δυνάμεως εἰς τὴν Θετταλίαν καὶ λήψεσθαι τὰ ὅλα κρίσιν ἐκ τῶν κατὰ λόγον, ἔδοξε τοῖς περὶ τὸν Ἄρχωνα διʼ αὐτῶν τῶν πραγμάτων ἀπολογεῖσθαι πάλιν πρὸς τὰς ὑπονοίας καὶ διαβολάς.
ペルセウスが軍勢を率いてテッサリアに赴き、道理の示すところに従って全体に決着をつけようと望んでいるという状況下において、アルコンの一派は、実際の行動そのものを手段として、改めて様々な疑念や中傷に対して弁明をすることが得策であると考えたとのことである。
§28.12.2εἰσήνεγκαν οὖν εἰς τοὺς Ἀχαιοὺς δόγμα διότι δεῖ πανδημεὶ ποιησαμένους τὴν ἔξοδον εἰς Θετταλίαν κοινωνῆσαι τῶν πραγμάτων ὁλοσχερῶς τοῖς Ῥωμαίοις.
そこで彼らはアカイア人たちに、全軍を挙げてテッサリアへの出兵を行い、ローマ人たちと全面的にこの事業を共にするべきであるという決議案を提出した。
§28.12.3καὶ τούτου κυρωθέντος ἔδοξε τοῖς Ἀχαιοῖς τὸν Ἄρχωνα γίνεσθαι περὶ τὴν συναγωγὴν τοῦ στρατεύματος καὶ περὶ τὰς εἰς τὴν ἔξοδον παρασκευάς, πρὸς δὲ τὸν ὕπατον πρεσβευτὰς πέμπειν εἰς Θετταλίαν τοὺς τὰ δεδογμένα τοῖς Ἀχαιοῖς διασαφήσοντας καὶ πευσομένους πότε καὶ ποῦ δεῖ συμμιγνύειν αὐτῷ τὸ στρατόπεδον.
そしてこれが可決されると、アカイア人たちは、アルコンが軍の召集と出兵の準備にかかりきりになり、他方でテッサリアの執政官のもとへ、アカイア人たちの決議を明確に伝え、いつどこで軍勢が彼と合流すべきかを尋ねるための使節を派遣することを決定した。
§28.12.4καὶ κατέστησαν πρεσβευτὰς παραχρῆμα Πολύβιον καὶ ἄλλους καὶ ἐνετείλαντο τῷ Πολυβίῳ φιλοτίμως, ἐὰν ὁ στρατηγὸς εὐδοκῇ τῇ παρουσίᾳ τοῦ στρατοπέδου, τοὺς μὲν συμπρεσβευτὰς ἐξ αὐτῆς πέμπειν διασαφήσοντας, ἵνα μὴ καθυστερῶσι τῶν καιρῶν,
接着、彼らは直ちにポリュビオスらを使いに指名し、もし将軍がその軍勢の参陣を歓迎するならば、時期を逸することのないよう、同僚の使節たちをただちに送ってその旨を知らせるようにと、ポリュビオスに熱心に指示した。
§28.12.5αὐτὸν δὲ φροντίζειν ἵνα τὸ στράτευμα πᾶν ἐν ταῖς πόλεσιν ἀγορὰς ἔχῃ, διʼ ὧν ἂν πορεύηται, καὶ μηδὲν ἐλλείπῃ τῶν ἐπιτηδείων τοὺς στρατιώτας.
また彼自身は、軍勢が通過する諸都市において、全軍が食料市場を確保でき、兵士たちに必要な物資が何一つ不足しないよう配慮することを指示した。
§28.12.6ταύτας μὲν οὖν ἔχοντες οἱ προειρημένοι τὰς ἐντολὰς ἐξώρμησαν·
前述の者たちは、このような指示を携えて出発した。
§28.12.7κατέστησαν δὲ καὶ πρεσβευτὰς πρὸς Ἄτταλον τοὺς περὶ Τηλόκριτον, ἀποκομίζοντας τὸ δόγμα τὸ περὶ τῆς ἀποκαταστάσεως τῶν Εὐμένους τιμῶν.
彼らはまた、アッタロスのもとへも、エウメネスの栄誉回復に関する決議を届けるために、テロクリトスらを使節として任命した。
§28.12.8καὶ κατὰ τὸν αὐτὸν καιρὸν καὶ περὶ τοῦ βασιλέως Πτολεμαίου προσπεσόντος τοῖς Ἀχαιοῖς διότι γέγονεν αὐτῷ τὰ νομιζόμενα γίνεσθαι τοῖς βασιλεῦσιν, ὅταν εἰς ἡλικίαν ἔλθωσιν, §28.12.9ἀνακλητήρια, νομίσαντες σφίσι καθήκειν ἐπισημήνασθαι τὸ γεγονός, ἐψηφίσαντο πέμπειν πρεσβευτὰς ἀνανεωσομένους τὰ προϋπάρχοντα τῷ ἔθνει φιλάνθρωπα πρὸς τὴν βασιλείαν, καὶ παραυτίκα κατέστησαν Ἀλκίθον καὶ Πασιάδαν.
また同じ頃、プトレマイオス王についても、王たちが成人した時に行われる習わしとなっている儀式、すなわちアナクレテリア(成人式)が執り行われたという知らせがアカイア人たちに届き、彼らはこの出来事に祝意を表すのが自分たちの義務であると考えたため、その王権に対してアカイア連邦が以前から抱いている友好関係を更新するための使節を派遣することを決議し、直ちにアルキトスとパシアダスを任命した。