§28.12.1ὅτι τοῦ Περσέως βουλομένου ἥξειν μετὰ δυνάμεως εἰς τὴν Θετταλίαν καὶ λήψεσθαι τὰ ὅλα κρίσιν ἐκ τῶν κατὰ λόγον, ἔδοξε τοῖς περὶ τὸν Ἄρχωνα διʼ αὐτῶν τῶν πραγμάτων ἀπολογεῖσθαι πάλιν πρὸς τὰς ὑπονοίας καὶ διαβολάς.
在皮尔修斯希望率军前往色萨利,并按照常理对全局做出决断的情况下,阿尔康及其同僚认为,应当用实际行动本身,再次对那些怀疑和诽谤进行自我辩白。
§28.12.2εἰσήνεγκαν οὖν εἰς τοὺς Ἀχαιοὺς δόγμα διότι δεῖ πανδημεὶ ποιησαμένους τὴν ἔξοδον εἰς Θετταλίαν κοινωνῆσαι τῶν πραγμάτων ὁλοσχερῶς τοῖς Ῥωμαίοις.
于是,他们向亚该亚人提出了一项决议案,即必须全军动员出兵色萨利,与罗马人全面共同承担这一事务。
§28.12.3καὶ τούτου κυρωθέντος ἔδοξε τοῖς Ἀχαιοῖς τὸν Ἄρχωνα γίνεσθαι περὶ τὴν συναγωγὴν τοῦ στρατεύματος καὶ περὶ τὰς εἰς τὴν ἔξοδον παρασκευάς, πρὸς δὲ τὸν ὕπατον πρεσβευτὰς πέμπειν εἰς Θετταλίαν τοὺς τὰ δεδογμένα τοῖς Ἀχαιοῖς διασαφήσοντας καὶ πευσομένους πότε καὶ ποῦ δεῖ συμμιγνύειν αὐτῷ τὸ στρατόπεδον.
这一决议获得批准后,亚该亚人决定,由阿尔康负责军队的集结和出兵的准备,同时向在色萨利的执政官派遣使节,以向其表明亚该亚人的决定,并询问军队应当于何时何地与之会合。
§28.12.4καὶ κατέστησαν πρεσβευτὰς παραχρῆμα Πολύβιον καὶ ἄλλους καὶ ἐνετείλαντο τῷ Πολυβίῳ φιλοτίμως, ἐὰν ὁ στρατηγὸς εὐδοκῇ τῇ παρουσίᾳ τοῦ στρατοπέδου, τοὺς μὲν συμπρεσβευτὰς ἐξ αὐτῆς πέμπειν διασαφήσοντας, ἵνα μὴ καθυστερῶσι τῶν καιρῶν, §28.12.5αὐτὸν δὲ φροντίζειν ἵνα τὸ στράτευμα πᾶν ἐν ταῖς πόλεσιν ἀγορὰς ἔχῃ, διʼ ὧν ἂν πορεύηται, καὶ μηδὲν ἐλλείπῃ τῶν ἐπιτηδείων τοὺς στρατιώτας.
他们当即任命波利比乌斯等人为使节,并殷切地指示波利比乌斯:如果将军乐意接受军队的到来,就应当立刻派同僚使节从当地前去通报,以免耽误时机;而他自己则要留心,确保全军在通过的各城市中都有市场供应,使士兵们不致缺少任何必需品。
§28.12.6ταύτας μὲν οὖν ἔχοντες οἱ προειρημένοι τὰς ἐντολὰς ἐξώρμησαν·
于是,上述使节带着这些指示出发了。
§28.12.7κατέστησαν δὲ καὶ πρεσβευτὰς πρὸς Ἄτταλον τοὺς περὶ Τηλόκριτον, ἀποκομίζοντας τὸ δόγμα τὸ περὶ τῆς ἀποκαταστάσεως τῶν Εὐμένους τιμῶν.
他们还任命泰洛克里托斯等人为前往阿塔罗斯那里的使节,送达关于恢复欧墨尼斯荣誉的决议。
§28.12.8καὶ κατὰ τὸν αὐτὸν καιρὸν καὶ περὶ τοῦ βασιλέως Πτολεμαίου προσπεσόντος τοῖς Ἀχαιοῖς διότι γέγονεν αὐτῷ τὰ νομιζόμενα γίνεσθαι τοῖς βασιλεῦσιν, ὅταν εἰς ἡλικίαν ἔλθωσιν, §28.12.9ἀνακλητήρια, νομίσαντες σφίσι καθήκειν ἐπισημήνασθαι τὸ γεγονός, ἐψηφίσαντο πέμπειν πρεσβευτὰς ἀνανεωσομένους τὰ προϋπάρχοντα τῷ ἔθνει φιλάνθρωπα πρὸς τὴν βασιλείαν, καὶ παραυτίκα κατέστησαν Ἀλκίθον καὶ Πασιάδαν.
与此同时,关于国王托勒密的消息也传到了亚该亚人那里,称已经为他举行了国王们成年时依法应当举行的仪式,即“宣示大典”(Anacleteria)。 他们认为自己理应庆贺这一事件,于是通过决议派遣使节去更新该部族与该王国之间原有的友好关系,并立即任命了阿尔基托斯和帕西亚达斯。