§27.9.1ὅτι τῆς κατὰ τὴν ἱππομαχίαν φήμης μετὰ τὴν νίκην τῶν Μακεδόνων εἰς τὴν Ἑλλάδα διαγγελθείσης ἐξέλαμψε καθαπερεὶ πῦρ ἡ τῶν πολλῶν πρὸς τὸν Περσέα διάθεσις, τὸν πρὸ τούτου χρόνον ἐπικρυπτομένων τῶν πλείστων.
マケドニア軍の勝利の後、騎兵戦に関する噂がギリシアに伝えられると、それ以前の時期には大部分の者が隠していた、ペルセウスに対する大衆の好意が、まるで火のように輝き出たこと。
§27.9.2ἦν δὲ περὶ αὐτοὺς τοιαύτη τις, ἐμοὶ δοκεῖ, διάθεσις·
彼らの心情は、私にはそのようなものであったと思われる。
παραπλήσιον ἦν τὸ γινόμενον τῷ συμβαίνοντι περὶ τοὺς γυμνικοὺς ἀγῶνας.
すなわち、起こっていた事態は、体育競技において生じることに酷似していた。
§27.9.3καὶ γὰρ ἐν ἐκείνοις ὅταν πρὸς ἐπιφανῆ καὶ ἀήττητον ἀθλητὴν εἶναι δοκοῦντα συγκαταστῇ ταπεινὸς καὶ πολὺ καταδεέστερος ἀνταγωνιστής, εὐθέως ἀπομερίζει τὰ πλήθη τὴν εὔνοιαν τῷ καταδεεστέρῳ καὶ θαρρεῖν παρακαλεῖ καὶ συνεξανίσταται τούτῳ ταῖς ὁρμαῖς·
というのも、それらの競技においても、有名で無敵であると思われる選手に対して、身分が低くはるかに劣った対戦相手が立ち会うとき、大衆は直ちにその好意をより劣った者に分配し、勇気を持つように促し、彼とともに情熱を高ぶらせるからである。
§27.9.4ἐὰν δὲ καὶ ψαύσῃ τοῦ προσώπου καὶ ποιήσῃ τι σημεῖον τῆς πληγῆς, παραυτίκα πάλιν ἁπάντων ἀγὼν μικρὸς γίνεται·
そして、もしその者が相手の顔にパンチを当て、打撃の何らかの痕跡を残すなら、ただちに再び、すべての人々の間に一種の動揺が走る。
§27.9.5ποτὲ δὲ καὶ χλευάζειν ἐγχειροῦσι τὸν ἕτερον, οὐ μισοῦντες οὐδὲ καταγινώσκοντες, ἀλλὰ παραδόξως τε συμπαθεῖς γινόμενοι καὶ τῷ καταδεεστέρῳ φύσει προσμερίζοντες τὴν ἑαυτῶν εὔνοιαν·
時には、もう一方の選手を嘲笑しようとさえするが、それは彼を憎んでいるからでも非難しているからでもなく、むしろ奇妙なことに共感を覚え、自然と自分たちの好意を劣った者に分け与えているからである。
§27.9.6οὓς ἐὰν ἐπιστήσῃ τις ἐν καιρῷ, ταχέως μετατίθενται καὶ παρὰ πόδας ἐπιλαμβάνονται τῆς ἑαυτῶν ἀγνοίας.
もし誰かが彼らを適切な時に気づかせるなら、彼らは速やかに態度を変え、ただちに自分たちの無知を悟る。
ὅ φασι ποιῆσαι Κλειτόμαχον·
ὅ これこそが、クライトマコスがなしたと言われていることである。
§27.9.7ἐκείνου γὰρ ἀνυποστάτου δοκοῦντος εἶναι κατὰ τὴν ἄθλησιν, καὶ τῆς αὐτοῦ δόξης ἐπιπολαζούσης κατὰ πᾶσαν τὴν οἰκουμένην, Πτολεμαῖόν φασι τὸν βασιλέα φιλοδοξήσαντα πρὸς τὸ καταλῦσαι τὴν δόξαν αὐτοῦ, παρασκευάσαντα μετὰ πολλῆς φιλοτιμίας Ἀριστόνικον τὸν πύκτην ἐξαποστεῖλαι, δοκοῦντα φύσιν ἔχειν ὑπερέχουσαν ἐπὶ ταύτην τὴν χρείαν·
というのも、彼が競技において無敵であると思われ、その名声が全居住世界に満ち溢れていたとき、プトレマイオス王が彼の名声を打ち砕くことを渇望し、並々ならぬ熱意をもって、この任務に対して優れた天分を持っていると思われていた拳闘士アリストニコスを訓練して送り出したと言われているからである。
§27.9.8παραγενομένου δʼ εἰς τὴν Ἑλλάδα τοῦ προειρημένου καὶ συγκαταστάντος Ὀλυμπίασι πρὸς τὸν Κλειτόμαχον, ἐξ αὐτῆς, ὡς ἔοικεν, ἀπένευσαν οἱ πολλοὶ πρὸς τὸν Ἀριστόνικον καὶ παρεκάλουν, χαίροντες ἐπὶ τῷ βραχύ τι τετολμηκέναι τινὰ συγκαταστῆναι πρὸς τὸν Κλειτόμαχον·
前述のアリストニコスがギリシアに到着し、オリンピアでクライトマコスと対戦したとき、大衆は一見してアリストニコスの側に傾き、誰かが少しでも勇気を出してクライトマコスと対戦しようとしたことを喜んで応援した。
§27.9.9ὡς δέ γε προβαίνων ἐφάμιλλος ἐφαίνετο κατὰ τὸν ἀγῶνα καί που καὶ τραῦμα καίριον ἐποίησε, κρότος ἐγίνετο καὶ συνεξέπιπτον οἱ πολλοὶ ταῖς ὁρμαῖς, θαρρεῖν παρακαλοῦντες τὸν Ἀριστόνικον.
しかし、競技が進むにつれて彼が対等に戦うように見え、どこかで有効な打撃を与えたとき、拍手が起こり、大衆の多くは感情に引きずられて興奮し、アリストニコスに勇気を持つようにと促した。
§27.9.10ἐν ᾧ καιρῷ φασι τὸν Κλειτόμαχον ἀποστάντα καὶ διαπνεύσαντα βραχὺν χρόνον, ἐπιστρέψαντα πρὸς τὰ πλήθη πυνθάνεσθαι τί βουλόμενοι παρακαλοῦσι τὸν Ἀριστόνικον καὶ συναγωνίζονται ʼκείνῳ καθʼ ὅσον εἰσὶ δυνατοί,
その時にクライトマコスは、一歩退いてしばし息を整え、大衆の方を向いて、彼らがどのような意図からアリストニコスを応援し、全力を尽くして彼を後押ししているのかと尋ねたと言われている。
§27.9.11πότερον οὐ συνοίδασιν αὐτῷ ποιοῦντι τὰ δίκαια κατὰ τὴν ἄθλησιν ἢ τοῦτʼ ἀγνοοῦσι διότι Κλειτόμαχος μὲν ἀγωνίζεται νῦν ὑπὲρ τῆς τῶν Ἑλλήνων δόξης, Ἀριστόνικος δὲ περὶ τῆς Πτολεμαίου τοῦ βασιλέως.
彼自身が競技において公正に振る舞っていることを彼らが認めていないのか、あるいは、クライトマコスは今、ギリシア人の名誉のために戦っており、アリストニコスはプトレマイオス王のために戦っているということを失念しているのか、と。
§27.9.12πότερον ἂν οὖν βουληθεῖεν τὸν Ὀλυμπίασι στέφανον Αἰγύπτιον ἀποφέρειν ἄνθρωπον νικήσαντα τοὺς Ἕλληνας, ἢ Θηβαῖον καὶ Βοιώτιον κηρύττεσθαι νικῶντα τῇ πυγμῇ τοὺς ἄνδρας.
それなら彼らは、エジプト人がギリシア人たちに勝利してオリンピアの冠を持ち帰ることを望むのだろうか、それとも、テーバイ人、すなわちボイオーティア人が拳闘で男たちに勝利した者として布告されることを望むのだろうか、と。
§27.9.13ταῦτα δʼ εἰπόντος τοῦ Κλειτομάχου τηλικαύτην φασὶ γενέσθαι τὴν μετάπτωσιν τῶν πολλῶν ὥστε πάλιν ἐκ μεταβολῆς μᾶλλον ὑπὸ τοῦ πλήθους ἢ τοῦ Κλειτομάχου καταγωνισθῆναι τὸν Ἀριστόνικον.
クライトマコスがこれらのことを言うと、大衆の心変わりは非常に大きかったと言われている。 その結果、形勢が一変して、アリストニコスはクライトマコスによってよりも、むしろ群衆によって打ち負かされたほどであった。