§27.9.1ὅτι τῆς κατὰ τὴν ἱππομαχίαν φήμης μετὰ τὴν νίκην τῶν Μακεδόνων εἰς τὴν Ἑλλάδα διαγγελθείσης ἐξέλαμψε καθαπερεὶ πῦρ ἡ τῶν πολλῶν πρὸς τὸν Περσέα διάθεσις, τὸν πρὸ τούτου χρόνον ἐπικρυπτομένων τῶν πλείστων.
马其顿人获胜后,关于骑兵战的传闻传到希腊,大众对珀尔修斯的心意便如烈火般燃起,而在此之前大多数人一直隐瞒着这种心意。
§27.9.2ἦν δὲ περὶ αὐτοὺς τοιαύτη τις, ἐμοὶ δοκεῖ, διάθεσις· παραπλήσιον ἦν τὸ γινόμενον τῷ συμβαίνοντι περὶ τοὺς γυμνικοὺς ἀγῶνας.
在我看来,他们当时的心意确实如此;所发生的事与体育竞技中出现的情况极其相似。
§27.9.3καὶ γὰρ ἐν ἐκείνοις ὅταν πρὸς ἐπιφανῆ καὶ ἀήττητον ἀθλητὴν εἶναι δοκοῦντα συγκαταστῇ ταπεινὸς καὶ πολὺ καταδεέστερος ἀνταγωνιστής, εὐθέως ἀπομερίζει τὰ πλήθη τὴν εὔνοιαν τῷ καταδεεστέρῳ καὶ θαρρεῖν παρακαλεῖ καὶ συνεξανίσταται τούτῳ ταῖς ὁρμαῖς·
因为在那些竞技中,当一个卑微且实力远逊的对手站出来对抗一个被认为显赫且无敌的运动员时,大众会立即将好感分给那弱者,鼓励他振作,并在情绪上与他产生共鸣。
§27.9.4ἐὰν δὲ καὶ ψαύσῃ τοῦ προσώπου καὶ ποιήσῃ τι σημεῖον τῆς πληγῆς, παραυτίκα πάλιν ἁπάντων ἀγὼν μικρὸς γίνεται· §27.9.5ποτὲ δὲ καὶ χλευάζειν ἐγχειροῦσι τὸν ἕτερον, οὐ μισοῦντες οὐδὲ καταγινώσκοντες, ἀλλὰ παραδόξως τε συμπαθεῖς γινόμενοι καὶ τῷ καταδεεστέρῳ φύσει προσμερίζοντες τὴν ἑαυτῶν εὔνοιαν·
如果那弱者甚至击中了强者的脸,留下了击打的痕迹,所有人之间立刻又会产生一种局部的震动;有时他们甚至企图嘲笑另一方,这并非因为他们憎恨或否定他,而是因为他们奇妙地产生同情,并自然地将自己的好感分给弱者。
§27.9.6οὓς ἐὰν ἐπιστήσῃ τις ἐν καιρῷ, ταχέως μετατίθενται καὶ παρὰ πόδας ἐπιλαμβάνονται τῆς ἑαυτῶν ἀγνοίας.
但如果有人在适当的时候让他们清醒过来,他们很快就会转变态度,并立刻意识到自己的无知。
ὅ φασι ποιῆσαι Κλειτόμαχον·
ὅ 据说克莱托马科斯正是这样做的。
§27.9.7ἐκείνου γὰρ ἀνυποστάτου δοκοῦντος εἶναι κατὰ τὴν ἄθλησιν, καὶ τῆς αὐτοῦ δόξης ἐπιπολαζούσης κατὰ πᾶσαν τὴν οἰκουμένην, Πτολεμαῖόν φασι τὸν βασιλέα φιλοδοξήσαντα πρὸς τὸ καταλῦσαι τὴν δόξαν αὐτοῦ, παρασκευάσαντα μετὰ πολλῆς φιλοτιμίας Ἀριστόνικον τὸν πύκτην ἐξαποστεῖλαι, δοκοῦντα φύσιν ἔχειν ὑπερέχουσαν ἐπὶ ταύτην τὴν χρείαν·
因为当他在竞技中被视为无敌、名声传遍整个文明世界时,据说普托利迈奥斯国王渴望摧毁他的名望,便以极大的竞争心,精心训练并派出了拳击手阿里斯托尼科斯,后者被认为具有胜任此事的优异天赋。
§27.9.8παραγενομένου δʼ εἰς τὴν Ἑλλάδα τοῦ προειρημένου καὶ συγκαταστάντος Ὀλυμπίασι πρὸς τὸν Κλειτόμαχον, ἐξ αὐτῆς, ὡς ἔοικεν, ἀπένευσαν οἱ πολλοὶ πρὸς τὸν Ἀριστόνικον καὶ παρεκάλουν, χαίροντες ἐπὶ τῷ βραχύ τι τετολμηκέναι τινὰ συγκαταστῆναι πρὸς τὸν Κλειτόμαχον·
当上述拳击手抵达希腊并在奥林匹亚与克莱托马科斯对阵时,大众显然立刻倾向于阿里斯托尼科斯并为他加油,为终于有人敢于尝试与克莱托马科斯对阵而感到高兴。
§27.9.9ὡς δέ γε προβαίνων ἐφάμιλλος ἐφαίνετο κατὰ τὸν ἀγῶνα καί που καὶ τραῦμα καίριον ἐποίησε, κρότος ἐγίνετο καὶ συνεξέπιπτον οἱ πολλοὶ ταῖς ὁρμαῖς, θαρρεῖν παρακαλοῦντες τὸν Ἀριστόνικον.
但随着竞技的进行,他显得能与对手抗衡,甚至还击中了一记重拳,现场便爆发出掌声,大多数人情绪高涨,呼喊着让阿里斯托尼科斯振作。
§27.9.10ἐν ᾧ καιρῷ φασι τὸν Κλειτόμαχον ἀποστάντα καὶ διαπνεύσαντα βραχὺν χρόνον, ἐπιστρέψαντα πρὸς τὰ πλήθη πυνθάνεσθαι τί βουλόμενοι παρακαλοῦσι τὸν Ἀριστόνικον καὶ συναγωνίζονται ʼκείνῳ καθʼ ὅσον εἰσὶ δυνατοί, §27.9.11πότερον οὐ συνοίδασιν αὐτῷ ποιοῦντι τὰ δίκαια κατὰ τὴν ἄθλησιν ἢ τοῦτʼ ἀγνοοῦσι διότι Κλειτόμαχος μὲν ἀγωνίζεται νῦν ὑπὲρ τῆς τῶν Ἑλλήνων δόξης, Ἀριστόνικος δὲ περὶ τῆς Πτολεμαίου τοῦ βασιλέως. §27.9.12πότερον ἂν οὖν βουληθεῖεν τὸν Ὀλυμπίασι στέφανον Αἰγύπτιον ἀποφέρειν ἄνθρωπον νικήσαντα τοὺς Ἕλληνας, ἢ Θηβαῖον καὶ Βοιώτιον κηρύττεσθαι νικῶντα τῇ πυγμῇ τοὺς ἄνδρας.
据说就在此时,克莱托马科斯退后一步,稍微喘息了片刻,转身面对大众,询问他们究竟怀着什么意图为阿里斯托尼科斯加油,并尽其所能地支持他,他们是不承认他在竞技中行事公正,还是不明白克莱托马科斯现在是在为希腊人的荣誉而战,而阿里斯托尼科斯是在为普托利迈奥斯国王的荣誉而战;他们究竟是希望一个埃及人战胜希腊人并夺走奥林匹亚的桂冠,还是希望听到宣布一个底比斯人和波奥蒂亚人成为拳击战胜对手的胜者。
§27.9.13ταῦτα δʼ εἰπόντος τοῦ Κλειτομάχου τηλικαύτην φασὶ γενέσθαι τὴν μετάπτωσιν τῶν πολλῶν ὥστε πάλιν ἐκ μεταβολῆς μᾶλλον ὑπὸ τοῦ πλήθους ἢ τοῦ Κλειτομάχου καταγωνισθῆναι τὸν Ἀριστόνικον.
据说克莱托马科斯说出这些话后,大众的态度发生了极其巨大的转变,以至于阿里斯托尼科斯与其说是被克莱托马科斯击败,倒不如说是被反转了态度的群众所击败。