§27.4.1ὅτι Περσεὺς μετὰ τὸν σύλλογον τὸν πρὸς τοὺς Ῥωμαίους, τῶν Ἑλλήνων, πάντα τὰ δίκαια κατέταττεν εἰς τὴν ἐπιστολὴν καὶ τοὺς ὑφʼ ἑκατέρων ῥηθέντας λόγους,
ὅτι ペルセウスが、ローマ人との会談の後、ギリシア人たちへの書簡の中に、すべての正当な主張と双方によって語られた言葉を書き連ねたこと。
§27.4.2ἅμα μὲν ὑπολαμβάνων ὑπερδέξιος φανήσεσθαι τοῖς δικαίοις, ἅμα δὲ βουλόμενος ἀπόπειραν λαμβάνειν τῆς ἑκάστων προαιρέσεως.
一方では正当性において自分が優位にあると見なされるだろうと考え、他方ではそれぞれ(のギリシア諸国家)の意向を試そうと望んでのことであった。
§27.4.3πρὸς μὲν οὖν τοὺς ἄλλους διʼ αὐτῶν τῶν γραμματοφόρων ἔπεμπε τὰς ἐπιστολάς, εἰς δὲ τὴν Ῥόδον καὶ πρεσβευτὰς συναπέστειλεν Ἀντήνορα καὶ Φίλιππον.
そこで、他の人々に対しては書簡の使者自身を介して書簡を送ったが、ロドスへは使節としてアンテノルとフィリッポスをも共同で派遣した。
§27.4.4οἳ καὶ παραγενηθέντες τὰ γεγραμμένα τοῖς ἄρχουσιν ἀπέδωκαν·
彼らは到着すると、書かれたものを政務官たちに手渡した。
καὶ μετά τινας ἡμέρας ἐπελθόντες ἐπὶ τὴν βουλὴν παρεκάλουν τοὺς Ῥοδίους κατὰ μὲν τὸ παρὸν ἡσυχίαν ἔχειν, ἀποθεωροῦντας τὸ γινόμενον·
そして数日後、評議会に出席して、ロドス人たちに対して、現在は静観し、起こりつつあることを見届けるよう勧告した。
§27.4.5ἐὰν δὲ Ῥωμαῖοι παρὰ τὰς συνθήκας ἐγχειρῶσι τὰς χεῖρας ἐπιβάλλειν τῷ Περσεῖ καὶ Μακεδόσιν, πειρᾶσθαι διαλύειν.
また、もしローマ人が条約に反してペルセウスとマケドニア人に攻撃を試みるならば、和解を試みるよう勧告した。
§27.4.6τοῦτο γὰρ πᾶσι μὲν συμφέρειν, πρέπειν δὲ μάλιστα Ῥοδίοις.
なぜなら、これはすべての人々にとって有益であり、とりわけロドス人にとってふさわしいからである。
§27.4.7ὅσῳ γὰρ πλεῖον ὀρέγονται τῆς ἰσηγορίας καὶ παρρησίας καὶ διατελοῦσι προστατοῦντες οὐ μόνον τῆς αὑτῶν ἀλλὰ καὶ τῆς τῶν ἄλλων Ἑλλήμων ἐλευθερίας, τοσούτῳ καὶ τὴν ἐναντίαν προαίρεσιν μάλιστα δεῖν αὐτοὺς προορᾶσθαι καὶ φυλάττεσθαι κατὰ δύναμιν.
彼らが法の前の平等と発言の自由を求め、自分たちだけでなく他のギリシア人の自由をも擁護し続けていればいるほど、それだけいっそう反対の意図を警戒し、力及ぶ限り身を守るべきである、ということだ。
§27.4.8ταῦτα καὶ τούτοις παραπλήσια διαλεχθέντων τῶν πρέσβεων, ἤρεσκε μὲν ἅπασι τὰ λεγόμενα·
使節たちがこれらやこれらに類することを語ると、語られたことはすべての人に気に入られた。
§27.4.9προκατεχόμενοι δὲ τῇ πρὸς Ῥωμαίους εὐνοίᾳ, καὶ νικῶντος αὐτοῖς τοῦ βελτίονος, τἄλλα μὲν ἀπεδέξαντο φιλανθρώπως τοὺς πρεσβευτάς, ἠξίουν δὲ τὸν Περσέα διὰ τῆς ἀποκρίσεως εἰς μηδὲν αὑτοὺς παρακαλεῖν τοιοῦτον ἐξ οὗ φανήσονται πρὸς τὴν Ῥωμαίων ἀντιπράττοντες βούλησιν.
しかし、彼らはすでにローマ人への好意によって心が占められており、彼らの間でより賢明な方針が勝利を収めていたため、他の点では使節たちを親切に受け入れたものの、ペルセウスに対しては答弁を通じて、自分たちがローマ人の意志に敵対しているように見えるようなことには、一切自分たちを駆り立てないよう要求した。
§27.4.10οἱ δὲ περὶ τὸν Ἀντήνορα τὴν μὲν ἀπόκρισιν οὐκ ἔλαβον, τὴν δὲ λοιπὴν φιλανθρωπίαν ἀποδεξάμενοι τὴν Ῥοδίων ἀπέπλευσαν εἰς τὴν Μακεδονίαν. —
アンテノルの一行は、その答弁による同意は得られなかったものの、ロドス人のそれ以外の親切なもてなしを受け入れて、マケドニアへと出帆した。