§27.15.1ὅτι Κέφαλος ἧκεν ἐξ Ἠπείρου, ἔχων μὲν καὶ πρότερον ἤδη σύστασιν πρὸς τὴν Μακεδόνων οἰκίαν, τότε δὲ διὰ τῶν πραγμάτων ἠναγκασμένος αἱρεῖσθαι τὰ τοῦ Περσέως.
ケファロスがエペイロスからやって来たこと。 彼は以前からすでにマケドニア王家とのつながりを持っていたが、その時は情勢のためにペルセウスの側を選択せざるを得なくなっていた。
ἡ δʼ αἰτία τοῦ συμβαίνοντος ἐγένετο τοιαύτη.
この事態の原因は次のようであった。
§27.15.2Χάροψ ἦν Ἠπειρώτης, ἀνὴρ τἄλλα μὲν καλὸς κἀγαθὸς καὶ φίλος Ῥωμαίων, ὃς Φιλίππου τὰ κατὰ τὴν Ἤπειρον στενὰ κατασχόντος αἴτιος ἐγένετο τοῦ Φίλιππον μὲν ἐκπεσεῖν ἐκ τῆς Ἠπείρου, Τίτον δὲ καὶ τῆς Ἠπείρου κρατῆσαι καὶ τῶν Μακεδόνων.
エペイロス人にハロプスという者がいた。 彼は他の点では優れた立派な男で、ローマ人の友人であった。 彼は、フィリッポスがエペイロスの難所を占拠した際、フィリッポスがエペイロスから追われ、ティトゥスがエペイロスとマケドニア人の双方を支配する原因となった人物である。
§27.15.3οὗτος υἱὸν ἔσχε Μαχατᾶν, οὗ Χάροψ ἐγένετο.
この者にはマハタスという息子がおり、そのマハタスから(孫の)ハロプスが生まれた。
§27.15.4τοῦτον ἀντίπαιδα κατὰ τὴν ἡλικίαν ὄντα τοῦ πατρὸς μεταλλάξαντος ὁ Χάροψ μετὰ τῆς καθηκούσης προστασίας εἰς τὴν Ῥώμην ἀπέστειλε χάριν τοῦ καὶ τὴν διάλεκτον καὶ τὰ γράμματα τὰ Ῥωμαϊκὰ μαθεῖν.
この孫のハロプスがまだ子供のときに父親が亡くなったため、祖父のハロプスは、ふさわしい後見のもとで彼をローマへと送り出した。 それは彼がローマの言語と言葉を学ぶためであった。
§27.15.5τοῦτο τὸ μειράκιον πολλοῖς σύνηθες γεγονὸς ἐπανῆλθε μετά τινα χρόνον εἰς τὴν οἰκείαν.
この若者は多くの者と親しくなり、しばらくして故郷に帰ってきた。
§27.15.6ὁ μὲν οὖν πρεσβύτερος Χάροψ μετήλλαξε τὸν βίον.
さて、年長のハロプスは世を去った。
τὸ δὲ μειράκιον μετέωρον ὂν τῇ φύσει καὶ πάσης πονηρίας ἔμπλεων ἐκορωνία καὶ παρετρίβετο πρὸς τοὺς ἐπιφανεῖς ἄνδρας.
しかし、この若者は生まれつき浮ついており、あらゆる邪悪に満ちていて、横柄に振る舞い、有力な市民たちと衝突していた。
§27.15.7τὰς μὲν οὖν ἀρχὰς οὐδεὶς ἦν αὐτοῦ λόγος, ἀλλʼ οἱ προκατέχοντες καὶ ταῖς ἡλικίαις καὶ ταῖς δόξαις, οἱ περὶ τὸν Ἀντίνουν, ἐχείριζον τὰ κοινὰ κατὰ τὰς αὑτῶν γνώμας.
最初、彼のことは誰も相手にしていなかった。 むしろ、年齢においても名声においても主導的な地位にあったアンティヌスの一派が、自らの考えに従って国政を切り盛りしていた。
τοῦ δὲ πολέμου τοῦ Περσικοῦ συστάντος, §27.15.8εὐθέως διέβαλλε τὸ μειράκιον τοὺς προειρημένους ἄνδρας πρὸς Ῥωμαίους, ἀφορμῇ μὲν χρώμενον τῇ προγεγενημένῃ συστάσει τῶν ἀνδρῶν πρὸς τὴν Μακεδόνων οἰκίαν,
しかし、ペルセウスとの戦争が勃発すると、この若者はただちに前述の男たちをローマ人に対して中傷し始めた。
§27.15.9κατὰ δὲ τὸ παρὸν πάντα παρατηροῦν καὶ πᾶν τὸ λεγόμενον ἢ πραττόμενον ὑπʼ αὐτῶν ἐπὶ τὸ χεῖρον ἐκδεχόμενον καὶ τὰ μὲν ἀφαιροῦν τὰ δὲ προστιθὲν ἐλάμβανε πιθανότητας κατὰ τῶν ἀνθρώπων.
その際、彼らが以前からマケドニア王家と持っていた親交を口実として利用し、現状においては彼らのすべてを監視し、彼らによって言われ、なされるすべてのことを悪い方に解釈し、ある部分を取り除き、またある部分を付け足すことで、その人々に対する中傷の信憑性を得ていた。
§27.15.10ὁ δὲ Κέφαλος, τἄλλα τε φρόνιμος καὶ στάσιμος ἄνθρωπος, καὶ κατὰ τοὺς καιροὺς τούτους ἐπὶ τῆς ἀρίστης ὑπῆρχε γνώμης.
一方、ケファロスは、他の点では思慮深く落ち着いた人物であったが、この時期においても極めて健全な考えを抱いていた。
§27.15.11ἀρχόμενος γὰρ ηὔξατο τοῖς θεοῖς μὴ συστῆναι τὸν πόλεμον μηδὲ κριθῆναι τὰ πράγματα·
というのも、彼は戦争の初めに、戦争が起こらず、事態が決着を見ることのないようにと神々に祈っていたからである。
§27.15.12πραττομένου δὲ τοῦ πολέμου τὰ κατὰ τὴν συμμαχίαν ἐβούλετο δίκαια ποιεῖν Ῥωμαίοις, πέρα δὲ τούτου μήτε προστρέχειν ἀγεννῶς μήθʼ ὑπηρετεῖν μηδὲν παρὰ τὸ δέον.
しかし、戦争が現実に行われるようになると、同盟に基づく義務をローマ人に対して公正に果たすことを望み、それを超えて卑屈にすり寄ったり、必要以上の奉仕をしたりしないことを望んだ。
§27.15.13τοῦ δὲ Χάροπος ἐνεργῶς χρωμένου ταῖς κατʼ αὐτοῦ διαβολαῖς καὶ πᾶν τὸ παρὰ τὴν Ῥωμαίων βούλησιν γινόμενον εἰς ἐθελοκάκησιν ἄγοντος, τὸ μὲν πρῶτον οἱ προειρημένοι κατεφρόνουν, οὐδὲν αὑτοῖς συνειδότες ἀλλότριον βουλευομένοις Ῥωμαίων.
だが、ハロプスが彼に対する中傷を精力的に行い、ローマ人の意に沿わないすべての出来事を意図的なサボタージュのせいにしたため、最初、前述の者たちはこれを軽視していた。 自分たちがローマ人に敵対するような企てをしている覚えがまったくなかったからである。
§27.15.14ὡς δὲ τοὺς περὶ τὸν Ἱππόλοχον καὶ Νίκανδρον καὶ Λόχαγον εἶδον τοὺς Αἰτωλοὺς ἀναγομένους εἰς τὴν Ῥώμην ἀπὸ τῆς ἱππομαχίας ἀλόγως, καὶ τὰς διαβολὰς τὰς ἐκ τῶν περὶ Λυκίσκον πεπιστευμένας κατʼ αὐτῶν, οἵτινες κατὰ τὴν Αἰτωλίαν τὴν αὐτὴν αἵρεσιν ἦγον τῷ Χάροπι, τὸ τηνικάδε προϊδόμενοι τὸ μέλλον ἐβουλεύοντο περὶ αὑτῶν.
しかし、ヒッポロコス、ニカンドロス、ロカゴスらアイトリア人たちが、騎兵戦の後に不条理にもローマへと連行されていくのを目にし、また、アイトリアでハロプスと同じ派閥に属していたリュキスコス一味による彼らに対する中傷が信じられているのを見たとき、その時点で彼らは将来を見越し、自分たちの身の振り方について相談した。
§27.15.15ἔδοξεν οὖν αὐτοῖς παντὸς πεῖραν λαμβάνειν ἐφʼ ᾧ μὴ προέσθαι σφᾶς αὐτοὺς ἀκρίτως εἰς τὴν Ῥώμην ἐπανάγεσθαι διὰ τὰς Χάροπος διαβολάς.
そこで彼らは、ハロプスの中傷のせいで、裁判も受けずに不当にローマへ連行されるがままに自分たちを委ねてしまわないために、あらゆる手段を尽くすことを決定した。
§27.15.16οὕτω μὲν οὖν οἱ περὶ τὸν Κέφαλον ἠναγκάσθησαν παρὰ τὰς αὑτῶν προαιρέσεις ἑλέσθαι τὰ τοῦ Περσέως. —
このようにして、ケファロスの一派は、自分たちの本来の志に反して、ペルセウスの側を選択せざるを得なくなったのである。