Humanitext Reader

波利比奥斯 · 历史 §27.15.1-27.15.16

伊庇鲁斯的凯法洛斯倒向珀尔修斯的始末

第 1087 段,共 1311 段 · 希腊语

内容简介

叙述了伊庇鲁斯的凯法洛斯面对年轻哈洛普斯执意的诬告,以及埃托利亚领袖们被无理押往罗马的局势,为了自保最终不得不违背初衷倒向珀尔修斯阵营的经过。

§27.15.1ὅτι Κέφαλος ἧκεν ἐξ Ἠπείρου, ἔχων μὲν καὶ πρότερον ἤδη σύστασιν πρὸς τὴν Μακεδόνων οἰκίαν, τότε δὲ διὰ τῶν πραγμάτων ἠναγκασμένος αἱρεῖσθαι τὰ τοῦ Περσέως.
关于凯法洛斯从伊庇鲁斯前来一事。 他先前本就与马其顿王室有交情,而当时因情势所迫,不得不选择支持珀尔修斯。
ἡ δʼ αἰτία τοῦ συμβαίνοντος ἐγένετο τοιαύτη.
此事的起因如下。
§27.15.2Χάροψ ἦν Ἠπειρώτης, ἀνὴρ τἄλλα μὲν καλὸς κἀγαθὸς καὶ φίλος Ῥωμαίων, ὃς Φιλίππου τὰ κατὰ τὴν Ἤπειρον στενὰ κατασχόντος αἴτιος ἐγένετο τοῦ Φίλιππον μὲν ἐκπεσεῖν ἐκ τῆς Ἠπείρου, Τίτον δὲ καὶ τῆς Ἠπείρου κρατῆσαι καὶ τῶν Μακεδόνων.
曾有一位名叫哈洛普斯的伊庇鲁斯人,在其他方面是一个高尚正直且对罗马人友好的男子。 当腓力占领伊庇鲁斯的隘口时,正是他促成了腓力被逐出伊庇鲁斯,并使提图斯得以控制伊庇鲁斯和马其顿人。
§27.15.3οὗτος υἱὸν ἔσχε Μαχατᾶν, οὗ Χάροψ ἐγένετο.
此人有个儿子叫马哈塔斯,马哈塔斯又生了(年轻的)哈洛普斯。
§27.15.4τοῦτον ἀντίπαιδα κατὰ τὴν ἡλικίαν ὄντα τοῦ πατρὸς μεταλλάξαντος ὁ Χάροψ μετὰ τῆς καθηκούσης προστασίας εἰς τὴν Ῥώμην ἀπέστειλε χάριν τοῦ καὶ τὴν διάλεκτον καὶ τὰ γράμματα τὰ Ῥωμαϊκὰ μαθεῖν.
在此人还只是个孩子、其父已经去世时,老哈洛普斯派他前往罗马,并配以适当的监护,以便他学习罗马的语言和文字。
§27.15.5τοῦτο τὸ μειράκιον πολλοῖς σύνηθες γεγονὸς ἐπανῆλθε μετά τινα χρόνον εἰς τὴν οἰκείαν.
这个年轻人与许多人结识之后,过了一段时间便回到了家乡。
§27.15.6ὁ μὲν οὖν πρεσβύτερος Χάροψ μετήλλαξε τὸν βίον.
随后,老哈洛普斯去世了。
τὸ δὲ μειράκιον μετέωρον ὂν τῇ φύσει καὶ πάσης πονηρίας ἔμπλεων ἐκορωνία καὶ παρετρίβετο πρὸς τοὺς ἐπιφανεῖς ἄνδρας.
然而,这个年轻人天性浮躁,且充满各种恶行,他举止傲慢,并不断与当地的显贵发生冲突。
§27.15.7τὰς μὲν οὖν ἀρχὰς οὐδεὶς ἦν αὐτοῦ λόγος, ἀλλʼ οἱ προκατέχοντες καὶ ταῖς ἡλικίαις καὶ ταῖς δόξαις, οἱ περὶ τὸν Ἀντίνουν, ἐχείριζον τὰ κοινὰ κατὰ τὰς αὑτῶν γνώμας.
起初,没有人理会他,而是那些在年龄和声望上都占据主导地位的安蒂努斯一派人,按照他们自己的主张管理公共事务。
τοῦ δὲ πολέμου τοῦ Περσικοῦ συστάντος, §27.15.8εὐθέως διέβαλλε τὸ μειράκιον τοὺς προειρημένους ἄνδρας πρὸς Ῥωμαίους, ἀφορμῇ μὲν χρώμενον τῇ προγεγενημένῃ συστάσει τῶν ἀνδρῶν πρὸς τὴν Μακεδόνων οἰκίαν, §27.15.9κατὰ δὲ τὸ παρὸν πάντα παρατηροῦν καὶ πᾶν τὸ λεγόμενον ἢ πραττόμενον ὑπʼ αὐτῶν ἐπὶ τὸ χεῖρον ἐκδεχόμενον καὶ τὰ μὲν ἀφαιροῦν τὰ δὲ προστιθὲν ἐλάμβανε πιθανότητας κατὰ τῶν ἀνθρώπων.
但是,当与珀尔修斯的战争爆发时,这个年轻人立即向罗马人诬告上述那些人,他利用那些人先前与马其顿王室建立的交情作为借口,而且在当时监视着他们的一切,将他们所说所做的一切都往最坏处解释,删减部分事实,又增添部分内容,从而获得了针对这些人的信任。
§27.15.10ὁ δὲ Κέφαλος, τἄλλα τε φρόνιμος καὶ στάσιμος ἄνθρωπος, καὶ κατὰ τοὺς καιροὺς τούτους ἐπὶ τῆς ἀρίστης ὑπῆρχε γνώμης.
至于凯法洛斯,他在其他方面是一个睿智而稳重的人,在这一关键时期也抱有最健全的态度。
§27.15.11ἀρχόμενος γὰρ ηὔξατο τοῖς θεοῖς μὴ συστῆναι τὸν πόλεμον μηδὲ κριθῆναι τὰ πράγματα· §27.15.12πραττομένου δὲ τοῦ πολέμου τὰ κατὰ τὴν συμμαχίαν ἐβούλετο δίκαια ποιεῖν Ῥωμαίοις, πέρα δὲ τούτου μήτε προστρέχειν ἀγεννῶς μήθʼ ὑπηρετεῖν μηδὲν παρὰ τὸ δέον.
因为在战争开始时,他曾向神明祈祷,希望战争不要爆发,事情不要通过武力解决;但在战争进行期间,他希望根据盟约对罗马人履行公正的义务,除此之外,既不卑躬屈膝地讨好,也不提供任何超出必要的协助。
§27.15.13τοῦ δὲ Χάροπος ἐνεργῶς χρωμένου ταῖς κατʼ αὐτοῦ διαβολαῖς καὶ πᾶν τὸ παρὰ τὴν Ῥωμαίων βούλησιν γινόμενον εἰς ἐθελοκάκησιν ἄγοντος, τὸ μὲν πρῶτον οἱ προειρημένοι κατεφρόνουν, οὐδὲν αὑτοῖς συνειδότες ἀλλότριον βουλευομένοις Ῥωμαίων.
然而,由于哈洛普斯积极利用针对他的诬陷,并将一切不合罗马人意愿的事情都归咎于故意怠工,上述那些人起初对此不予理会,因为他们自知没有任何针对罗马人的异心。
§27.15.14ὡς δὲ τοὺς περὶ τὸν Ἱππόλοχον καὶ Νίκανδρον καὶ Λόχαγον εἶδον τοὺς Αἰτωλοὺς ἀναγομένους εἰς τὴν Ῥώμην ἀπὸ τῆς ἱππομαχίας ἀλόγως, καὶ τὰς διαβολὰς τὰς ἐκ τῶν περὶ Λυκίσκον πεπιστευμένας κατʼ αὐτῶν, οἵτινες κατὰ τὴν Αἰτωλίαν τὴν αὐτὴν αἵρεσιν ἦγον τῷ Χάροπι, τὸ τηνικάδε προϊδόμενοι τὸ μέλλον ἐβουλεύοντο περὶ αὑτῶν.
但是,当他们看到希波洛科斯、尼康德和洛哈戈斯等埃托利亚人在骑兵战后无理地被押往罗马,并且看到吕基斯科斯一伙人针对他们的诬告被罗马人听信——这些人子埃托利亚与哈洛普斯属于同一派系——此时,他们预见到未来的危险,便开始商讨自己的出路。
§27.15.15ἔδοξεν οὖν αὐτοῖς παντὸς πεῖραν λαμβάνειν ἐφʼ ᾧ μὴ προέσθαι σφᾶς αὐτοὺς ἀκρίτως εἰς τὴν Ῥώμην ἐπανάγεσθαι διὰ τὰς Χάροπος διαβολάς.
因此,他们决定尝试一切办法,以求不因哈洛普斯的诬告而任由自己未经审判就被押往罗马。
§27.15.16οὕτω μὲν οὖν οἱ περὶ τὸν Κέφαλον ἠναγκάσθησαν παρὰ τὰς αὑτῶν προαιρέσεις ἑλέσθαι τὰ τοῦ Περσέως. —
就这样,凯法洛斯一派人被迫违背自己的初衷,选择支持珀尔修斯。

词汇与语法注释

  1. 27.15.2τοῦ Φίλιππον μὲν ἐκπεσεῖν ἐκ τῆς Ἠπείρου, Τίτον δὲ καὶ τῆς Ἠπείρου κρατῆσαι καὶ τῶν Μακεδόνων — 由属格定冠词 τοῦ 引导的定冠词不定式结构,作形容词 αἴτιος(造成……原因的)的补足语。对格的 Φίλιππον 和 Τίτον 分别作为不定式 ἐκπεσεῖν 和 κρατῆσαι 的逻辑主语。
  2. 27.15.4τοῦ πατρὸς μεταλλάξαντος — 由名词 τοῦ πατρὸς 和主动不定过去时分词 μεταλλάξαντος(源自 μεταλλάσσω,意为“去世”)组成的属格独立结构。它为主句的主语 ὁ Χάροψ(祖父)提供了不同的逻辑主语(父亲马哈塔斯之死)作为时间或原因背景。
  3. 27.15.6ἐκορωνία καὶ παρετρίβετο — 动词 κορωνιάω(昂首、傲慢行事)和 παρατρίβομαι(摩擦、对抗、或谄媚)的未完成过去时形式。此处生动地描绘了年轻哈洛普斯持续的傲慢态度以及他与当地显贵之间产生的摩擦或敌对行为。
  4. 27.15.13οὐδὲν αὑτοῖς συνειδότες ἀλλότριον βουλευομένοις Ῥωμαίων — 分词 συνειδότες(源自 σύνοιδα,意为“自知、意识到”)与反身代词与格 αὑτοῖς 连用的惯用结构,表示“自知内省”。中性形容词 ἀλλότριον(意为“对……异心的、敌对的”)支配属格 Ῥωμαίων(罗马人),并与与格分词 βουλευομένοις 一致,整句意为“自知没有策划任何对罗马人不利的阴谋”。
  5. 27.15.15ἐφʼ ᾧ μὴ προέσθαι σφᾶς αὐτοὺς ἀκρίτως εἰς τὴν Ῥώμην ἐπανάγεσθαι — 介词 ἐπί 加上与格关系代词 ᾧ 以及不定式,表示条件或目的(为了……)。在此处与否定词 μὴ 连用,表示其目的:“为了不让自己(σφᾶς αὐτοὺς)任由他人未经审判就被押往(ἐπανάγεσθαι,被动不定式)罗马而放任自流(προέσθαι)”。

引用这一段

波利比奥斯, 历史 §27.15.1-27.15.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:27.15.1-27.15.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。