§26.1.1Ἀντίοχος ὁ Ἐπιφανὴς μὲν κληθείς, Ἐπιμανὴς δʼ ἐκ τῶν πράξεων ὀνομασθείς περὶ οὗ φησι Πολύβιος τάδε, ὡς ἀποδιδράσκων ἐκ τῆς αὐλῆς ἐνίοτε τοὺς θεραπεύοντας, οὗ τύχοι τῆς πόλεως, ἀλύων ἐφαίνετο δεύτερος καὶ τρίτος.
エピファネス(顕神)と呼ばれながらも、その行いからエピマネス(狂人)と名づけられたアンティオコスについて、ポリュビオスは次のように語っている。 すなわち、彼は時に宮廷から従者たちを逃れ、市内のたまたま行き着いたところで、わずか一人か二人の従者とともにぶらついている姿を目撃された。
§26.1.2μάλιστα δὲ πρὸς τοῖς ἀργυροκοπείοις εὑρίσκετο καὶ χρυσοχοείοις, εὑρησιλογῶν καὶ φιλοτεχνῶν πρὸς τοὺς τορευτὰς καὶ τοὺς ἄλλους τεχνίτας.
とりわけ彼は銀細工や金細工の工房のあたりで見出され、彫金師やその他の職人たちを相手に、あれこれ新奇なことを言い立てたり、技術について熱心に語ったりしていた。
§26.1.3ἔπειτα καὶ μετὰ δημοτῶν ἀνθρώπων συγκαταβαίνων ὡμίλει, ᾧ τύχοι, καὶ μετὰ τῶν παρεπιδημούντων συνέπινε τῶν εὐτελεστάτων.
そのうえ、一般の庶民たちと同じレベルに身を落として、たまたま出会った者と交際し、また滞在中の外国人のうちでも最も身分の低い者たちと一緒に酒を飲んだ。
§26.1.4ὅτε δὲ τῶν νεωτέρων αἴσθοιτό τινας συνευωχουμένους, οὐδεμίαν ἔμφασιν ποιήσας παρῆν ἐπικωμάζων μετὰ κερατίου καὶ συμφωνίας, ὥστε τοὺς πολλοὺς διὰ τὸ παράδοξον ἀφισταμένους φεύγειν.
また、若者たちの何人かがどこかで宴会をしているのに気づくと、何の前触れもなく、角笛と合奏を伴って騒ぎに加わり、そのため多くの者はその奇妙さのあまり立ち上がって逃げ出すほどであった。
§26.1.5πολλάκις δὲ καὶ τὴν βασιλικὴν ἀποθέμενος ἐσθῆτα τήβενναν ἀναλαβὼν περιῄει κατὰ τὴν ἀγορὰν ἀρχαιρεσιάζων καὶ τοὺς μὲν δεξιούμενος, τοὺς δὲ καὶ περιπτύσσων παρεκάλει φέρειν αὑτῷ τὴν ψῆφον, ποτὲ μὲν ὡς ἀγορανόμος γένηται, ποτὲ δὲ καὶ ὡς δήμαρχος.
さらに、しばしば王の衣服を脱ぎ捨ててトガを身にまとい、広場を歩き回っては選挙運動をし、ある人々とは握手し、またある人々には抱きつきながら、自分に一票を投じてくれるよう懇願した。 ある時は市場監督官になるため、またある時は平民護民官になるためとして。
§26.1.6τυχὼν δὲ τῆς ἀρχῆς καὶ καθίσας ἐπὶ τὸν ἐλεφάντινον δίφρον κατὰ τὸ παρὰ Ῥωμαίοις ἔθος διήκουε τῶν κατὰ τὴν ἀγορὰν γινομένων συναλλαγμάτων καὶ διέκρινε μετὰ πολλῆς σπουδῆς καὶ προθυμίας.
そして、官職を得ると、ローマ人の習慣に従って象牙の椅子に腰掛け、広場でなされる取引を審理し、非常に熱心に、また真剣に判決を下した。
ἐξ ὧν εἰς ἀπορίαν ἦγε τῶν ἀνθρώπων τοὺς ἐπιεικεῖς·
これらのことによって、分別のあるまともな人々は困惑させられた。
§26.1.7οἱ μὲν γὰρ ἀφελῆ τινα αὐτὸν εἶναι ὑπελάμβανον, οἱ δὲ μαινόμενον.
ある人々は彼を極めて単純素朴な人間だと思い、また別の者たちは狂人だと思った。
καὶ γὰρ περὶ τὰς δωρεὰς ἦν παραπλήσιος·
実際、贈り物の配り方に関しても彼は同様であった。
ἐδίδου γὰρ τοῖς μὲν ἀστραγάλους δορκαδείους, §26.1.8τοῖς δὲ φοινικοβαλάνους, ἄλλοις δὲ χρυσίον.
すなわち、ある人々にはカモシカの指骨を与え、また別の人々にはナツメヤシの実を、また別の人々には金貨を与えた。
§26.1.9καὶ ἐξ ἀπαντήσεως δέ τισιν ἐντυγχάνων, οὓς μὴ ἑωράκει ποτέ, ἐδίδου δωρεὰς ἀπροσδοκήτους.
また、偶然出会った者で、それまで一度も見たことのなかった人々に対しても、予期せぬ贈り物を配るのだった。
§26.1.10ἐν δὲ ταῖς πρὸς τὰς πόλεις θυσίαις καὶ ταῖς πρὸς τοὺς θεοὺς τιμαῖς πάντας ὑπερέβαλλε τοὺς βεβασιλευκότας.
しかし、諸都市に対する犠牲祭の寄進や、神々への栄誉の授与においては、彼はかつて王であった者すべてを凌駕していた。
§26.1.11τοῦτο δʼ ἄν τις τεκμήραιτο ἔκ τε τοῦ παρʼ Ἀθηναίοις Ὀλυμπιείου καὶ τῶν περὶ τὸν ἐν Δήλῳ βωμὸν ἀνδριάντων.
このことは、アテナイにおけるオリンピエイオンや、デロス島の祭壇の周囲にある彫像から推し量ることができるだろう。
§26.1.12ἐλούετο δὲ κἀν τοῖς δημοσίοις βαλανείοις, ὅτε δημοτῶν ἦν τὰ βαλανεῖα πεπληρωμένα, κεραμίων εἰσφερομένων αὐτῷ μύρων τῶν πολυτελεστάτων.
また、一般市民で浴場が満員になっている時に、公衆浴場でも入浴したが、その際、彼のところへ極めて高価な香油が何壺も運び込まれた。
§26.1.13ὅτε καί τινος εἰπόντος "3Μακάριοί ἐστε ὑμεῖς οἱ βασιλεῖς οἱ καὶ τούτοις χρώμενοι καὶ ὀδωδότες ἡδύ"3 [καὶ] μηδὲν τὸν ἄνθρωπον προσειπών, ὅπου ʼκεῖνος τῇ ἑξῆς ἐλοῦτο, ἐπεισελθὼν ἐποίησεν αὐτοῦ καταχυθῆναι τῆς κεφαλῆς μέγιστον κεράμιον πολυτελεστάτου μύρου, τῆς στακτῆς καλουμένης,
そのとき、ある者が「あなた方王たちは幸いです。 このようなものを用い、心地よい香りを放っておられるのですから」と言ったが、その男には何も答えず、翌日、その男が入浴していた場所に突然入り込み、彼の頭から、スタクテと呼ばれる極めて高価な香油の、最も大きな壺を注がせた。
§26.1.14ὡς πάντας ἀναστάντας κυλίεσθαι τοὺς λουομένους τῷ μύρῳ καὶ διὰ τὴν γλισχρότητα καταπίπτοντας γέλωτα παρέχειν, καθάπερ καὶ αὐτὸν τὸν βασιλέα.
そのため、入浴していた者たちが皆立ち上がって、その香油を浴びて転げ回り、また滑りやすくなったために転倒して、王自身と同様に、笑いを誘うことになった。