Humanitext Reader

波利比奥斯 · 历史 §27.1.1-27.1.13

罗马分化玻俄提亚与底比斯内讧

第 1073 段,共 1311 段 · 希腊语

内容简介

描述了玻俄提亚各使节与罗马使者交涉,罗马人采取分化策略,同时底比斯城内亲罗马派与亲马其顿派发生激烈斗争,最终亲罗马派夺取政权并向罗马屈服。

§27.1.1ὅτι ἐν τῷ καιρῷ τούτῳ παρεγένοντο πρέσβεις παρὰ μὲν Θεσπιέων οἱ περὶ Λασῆν καὶ Καλλέαν, παρὰ δὲ Νέωνος Ἰσμηνίας,
就在此时,来自塞斯皮亚的拉塞斯与卡利亚斯一行人,以及来自尼翁一方的伊斯梅尼亚斯,作为使节抵达了。
§27.1.2οἱ μὲν περὶ Λασῆν ἐγχειρίζοντες τὴν ἑαυτῶν πατρίδα Ῥωμαίοις, ὁ δʼ Ἰσμηνίας κατὰ κοινὸν πάσας τὰς ἐν τῇ Βοιωτίᾳ πόλεις διδοὺς εἰς τὴν τῶν πρεσβευτῶν πίστιν.
拉塞斯一行将他们自己的城邦奉献给罗马人,而伊斯梅尼亚斯则试图将玻俄提亚的所有城市共同置于罗马使节的保护之下。
§27.1.3ἦν δὲ τοῦτο μὲν ἐναντιώτατον τοῖς περὶ τὸν Μάρκιον, τὸ δὲ κατὰ πόλιν διελεῖν τοὺς Βοιωτοὺς οἰκειότατον.
这(统一移交)与马尔基乌斯一行人的意图完全相反,而将玻俄提亚人按城市分离开来则最符合他们的利益。
§27.1.4διὸ τοὺς μὲν περὶ τὸν Λασῆν καὶ τοὺς Χαιρωνεῖς καὶ τοὺς Λεβαδεῖς καὶ τοὺς ἄλλους, ὅσοι παρῆσαν ἀπὸ τῶν πόλεων, ἀσμένως ἀπεδέχοντο καὶ κατέψων, §27.1.5τὸν δʼ Ἰσμηνίαν παρεδειγμάτιζον, ἀποτριβόμενοι καὶ παρορῶντες.
因此,他们欣然接纳并竭力拉拢拉塞斯一行、凯罗尼亚人、莱巴狄亚人,以及其他所有来自各城市的代表,却将伊斯梅尼亚斯孤立开来以为警戒,对他加以排斥和冷落。
§27.1.6ὅτε καὶ συνεπιθέμενοί τινες τῶν φυγάδων μικροῦ κατέλευσαν τὸν Ἰσμηνίαν, εἰ μὴ κατέφυγεν ὑπὸ τὰ δίθυρα τῶν Ῥωμαίων.
当时,一些流亡者也乘机群起攻之,若非伊斯梅尼亚斯逃到了罗马人住所的双扇门下寻求庇护,几乎就要被乱石砸死。
§27.1.7κατὰ δὲ τὸν καιρὸν τοῦτον ἐν ταῖς Θήβαις συνέβαινε ταραχὰς εἶναι καὶ στάσεις.
就在这个时期,底比斯城内恰好也发生了混乱与内讧。
§27.1.8οἱ μὲν γὰρ ἔφασαν δεῖν διδόναι τὴν πόλιν εἰς τὴν Ῥωμαίων πίστιν, οἱ δὲ Κορωνεῖς καὶ Ἁλιάρτιοι συνδεδραμηκότες εἰς τὰς Θήβας ἀκμὴν ἀντεποιοῦντο τῶν πραγμάτων καὶ μένειν ἔφασαν δεῖν ἐν τῇ πρὸς τὸν Περσέα συμμαχίᾳ.
因为,有些人主张应当将城市交托给罗马人保护,而聚集到底比斯的科罗尼亚人和哈利亚尔图斯人则仍在激烈争夺主导权,并声称必须维持与珀尔修斯的同盟。
§27.1.9καὶ μέχρι μέν τινος ἐφάμιλλος ἦν ἡ διάθεσις τῶν στασιαζόντων.
在一段时间内,争斗双方的态势还势均力敌。
Ὀλυμπίχου δὲ τοῦ Κορωνέως πρώτου μεταθεμένου καὶ φάσκοντος δεῖν ἀντέχεσθαι Ῥωμαίων, ἐγένετό τις ὁλοσχερὴς ῥοπὴ καὶ μετάπτωσις τοῦ πλήθους, §27.1.10καὶ πρῶτον μὲν τὸν Δικέταν ἠνάγκασαν πρεσβεύειν πρὸς τοὺς περὶ τὸν Μάρκιον, ἀπολογησόμενον ὑπὲρ τῆς πρὸς τὸν Περσέα συμμαχίας.
但随着科罗尼亚人奥林匹科斯率先转变立场,并声称应当依附罗马人,群众中便产生了一次彻底的转向和心态转变,他们首先强迫迪凯塔斯作为使节前往马尔基乌斯一行人处,为与珀尔修斯的同盟进行辩解。
§27.1.11μετὰ δὲ ταῦτα τοὺς περὶ τὸν Νέωνα καὶ τὸν Ἱππίαν ἐξέβαλον, συντρέχοντες ἐπὶ τὰς οἰκίας αὐτῶν καὶ κελεύοντες αὐτοὺς ὑπὲρ αὑτῶν ἀπολογεῖσθαι περὶ τῶν διῳκονομημένων· οὗτοι γὰρ ἦσαν οἱ τὰ περὶ τὴν συμμαχίαν οἰκονομήσαντες.
随后,他们驱逐了尼翁和希皮亚斯及其党羽,冲进他们的住宅,要求他们为自己的施政进行申辩;因为正是这些人策划了与珀尔修斯同盟的事宜。
τούτων δὲ παραχωρησάντων, §27.1.12ἐξ αὐτῆς ἁθροισθέντες εἰς ἐκκλησίαν πρῶτον μὲν τιμὰς ἐψηφίσαντο καὶ δωρεὰς τοῖς Ῥωμαίοις, εἶτʼ ἐνεργεῖν ἐπέταξαν τοῖς ἄρχουσι τὴν συμμαχίαν, §27.1.13ἐπὶ δὲ πᾶσιν πρεσβευτὰς κατέστησαν τοὺς ἐγχειριοῦντας τὴν πόλιν Ῥωμαίοις καὶ κατάξοντας τοὺς παρʼ αὑτῶν φυγάδας.
在这些人退让逃走后,他们随即聚集于公民大会,首先表决通过了给罗马人的荣誉与礼物,接着命令执政官们启动同盟关系,最后,他们任命了使节,负责将城市移交给罗马人,并召回他们自己的流亡者。

词汇与语法注释

  1. §27.1.2τῶν πρεσβευτῶν — 意为“使节们”,但在上下文中,这并非指玻俄提亚的使节,而是指罗马派出的使节团(马尔基乌斯一行)。
  2. §27.1.4κατέψων — 未完成过去时主动意第三人称复数。原意为“抚摩(动物等)”,在此处比喻性地表示对各城市代表进行“拉拢”或“温和款待”。
  3. §27.1.6μικροῦ κατέλευσαν — 属格名词 μικροῦ(字面意为“由于微小之差”)在此处起副词作用,与不定过去时动词连用,表示过去差一点就发生的事情(“几乎要被砸死”)。
  4. §27.1.11τούτων δὲ παραχωρησάντων — 属格独立结构,表示尼翁和希皮亚斯及其党羽“退让”或“撤离”这一时间或背景条件。

引用这一段

波利比奥斯, 历史 §27.1.1-27.1.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:27.1.1-27.1.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。