Humanitext Reader

波利比奥斯 · 历史 §26.1.1-26.1.14

安条克四世混迹市井与荒唐行径

第 1072 段,共 1311 段 · 希腊语

内容简介

记述了波里比乌斯笔下安条克四世埃皮法奈斯(埃皮马内斯)的种种怪诞行为。他抛弃国王尊严,与平民、工匠打成一片,并在公共场所和浴场表现出难以预测的举止与过度的慷慨。

§26.1.1Ἀντίοχος ὁ Ἐπιφανὴς μὲν κληθείς, Ἐπιμανὴς δʼ ἐκ τῶν πράξεων ὀνομασθείς περὶ οὗ φησι Πολύβιος τάδε, ὡς ἀποδιδράσκων ἐκ τῆς αὐλῆς ἐνίοτε τοὺς θεραπεύοντας, οὗ τύχοι τῆς πόλεως, ἀλύων ἐφαίνετο δεύτερος καὶ τρίτος.
关于被称为埃皮法奈斯、但因其行径而被命名为埃皮马内斯的安条克,波里比乌斯如此叙述:他有时会避开宫廷中的侍从,被看见在城中随处游荡,身旁仅有一两个随从。
§26.1.2μάλιστα δὲ πρὸς τοῖς ἀργυροκοπείοις εὑρίσκετο καὶ χρυσοχοείοις, εὑρησιλογῶν καὶ φιλοτεχνῶν πρὸς τοὺς τορευτὰς καὶ τοὺς ἄλλους τεχνίτας.
他最常出现在银匠和金匠的作坊里,与雕刻工及其他工匠探讨新奇的发明,对工艺表现出极大热忱。
§26.1.3ἔπειτα καὶ μετὰ δημοτῶν ἀνθρώπων συγκαταβαίνων ὡμίλει, ᾧ τύχοι, καὶ μετὰ τῶν παρεπιδημούντων συνέπινε τῶν εὐτελεστάτων.
此外,他还会屈尊与普通平民交往,随遇随聊,并与来访的外侨中最卑微的人一同饮酒。
§26.1.4ὅτε δὲ τῶν νεωτέρων αἴσθοιτό τινας συνευωχουμένους, οὐδεμίαν ἔμφασιν ποιήσας παρῆν ἐπικωμάζων μετὰ κερατίου καὶ συμφωνίας, ὥστε τοὺς πολλοὺς διὰ τὸ παράδοξον ἀφισταμένους φεύγειν.
每当他发现有年轻人在某处聚宴时,他便不作任何预示,带着角笛和合奏乐加入狂欢,以至于大多数人因这出乎意料的举动而离席逃跑。
§26.1.5πολλάκις δὲ καὶ τὴν βασιλικὴν ἀποθέμενος ἐσθῆτα τήβενναν ἀναλαβὼν περιῄει κατὰ τὴν ἀγορὰν ἀρχαιρεσιάζων καὶ τοὺς μὲν δεξιούμενος, τοὺς δὲ καὶ περιπτύσσων παρεκάλει φέρειν αὑτῷ τὴν ψῆφον, ποτὲ μὲν ὡς ἀγορανόμος γένηται, ποτὲ δὲ καὶ ὡς δήμαρχος.
他还常常脱下王袍,穿上托加,在广场上四处走动竞选,有的握手,有的拥抱,央求他们投自己一票,有时是为了当上市场监督官,有时则是为了当上平民护民官。
§26.1.6τυχὼν δὲ τῆς ἀρχῆς καὶ καθίσας ἐπὶ τὸν ἐλεφάντινον δίφρον κατὰ τὸ παρὰ Ῥωμαίοις ἔθος διήκουε τῶν κατὰ τὴν ἀγορὰν γινομένων συναλλαγμάτων καὶ διέκρινε μετὰ πολλῆς σπουδῆς καὶ προθυμίας.
一旦获得官职,他便按照罗马人的习惯坐上象牙椅,审理广场上发生的契约纠纷,并且极其认真和热心地做出裁决。
ἐξ ὧν εἰς ἀπορίαν ἦγε τῶν ἀνθρώπων τοὺς ἐπιεικεῖς· §26.1.7οἱ μὲν γὰρ ἀφελῆ τινα αὐτὸν εἶναι ὑπελάμβανον, οἱ δὲ μαινόμενον.
这些行为使那些体面稳重的人大为困惑:因为有的人认为他天真简单,有的人则认为他疯了。
καὶ γὰρ περὶ τὰς δωρεὰς ἦν παραπλήσιος· ἐδίδου γὰρ τοῖς μὲν ἀστραγάλους δορκαδείους, §26.1.8τοῖς δὲ φοινικοβαλάνους, ἄλλοις δὲ χρυσίον.
他在赠送礼物方面也是类似的作风:他会给一些人羚羊的关节骨,给另一些人椰枣,给其他人黄金。
§26.1.9καὶ ἐξ ἀπαντήσεως δέ τισιν ἐντυγχάνων, οὓς μὴ ἑωράκει ποτέ, ἐδίδου δωρεὰς ἀπροσδοκήτους.
甚至对路遇的、从未见过的陌生人,他也会赠予意想不到的礼物。
§26.1.10ἐν δὲ ταῖς πρὸς τὰς πόλεις θυσίαις καὶ ταῖς πρὸς τοὺς θεοὺς τιμαῖς πάντας ὑπερέβαλλε τοὺς βεβασιλευκότας.
然而在对各城市的祭祀资助和对诸神的敬意上,他超越了所有曾为王的人。
§26.1.11τοῦτο δʼ ἄν τις τεκμήραιτο ἔκ τε τοῦ παρʼ Ἀθηναίοις Ὀλυμπιείου καὶ τῶν περὶ τὸν ἐν Δήλῳ βωμὸν ἀνδριάντων.
这可从雅典的奥林匹亚宙斯神庙以及提洛岛祭坛周围的雕像中推知。
§26.1.12ἐλούετο δὲ κἀν τοῖς δημοσίοις βαλανείοις, ὅτε δημοτῶν ἦν τὰ βαλανεῖα πεπληρωμένα, κεραμίων εἰσφερομένων αὐτῷ μύρων τῶν πολυτελεστάτων.
他还会在公共浴场人满为患时,与普通市民一起沐浴,此时会有人为他运来数罐极昂贵的香膏。
§26.1.13ὅτε καί τινος εἰπόντος "3Μακάριοί ἐστε ὑμεῖς οἱ βασιλεῖς οἱ καὶ τούτοις χρώμενοι καὶ ὀδωδότες ἡδύ"3 [καὶ] μηδὲν τὸν ἄνθρωπον προσειπών, ὅπου ʼκεῖνος τῇ ἑξῆς ἐλοῦτο, ἐπεισελθὼν ἐποίησεν αὐτοῦ καταχυθῆναι τῆς κεφαλῆς μέγιστον κεράμιον πολυτελεστάτου μύρου, τῆς στακτῆς καλουμένης, §26.1.14ὡς πάντας ἀναστάντας κυλίεσθαι τοὺς λουομένους τῷ μύρῳ καὶ διὰ τὴν γλισχρότητα καταπίπτοντας γέλωτα παρέχειν, καθάπερ καὶ αὐτὸν τὸν βασιλέα.
有一次,有人说:“你们这些国王真幸福,能使用这样的香料,身上散发着如此芬芳的香气。 ”安条克当时对那人什么也没说,但在第二天,那人正在沐浴时,安条克突然走进去,命人将一大罐被称为“滴状没药”的极贵重香膏浇在对方的头上,结果所有沐浴的人都站起来在香膏里打滚,因地面黏滑而纷纷摔倒,和国王本人一样,引得众人哄堂大笑。

词汇与语法注释

  1. §26.1.1δεύτερος καὶ τρίτος — 此表达为惯用语,意为“包括自己在内的第二或第三人”,即仅由一两名侍从陪同。这强调了他随从极其稀少。
  2. §26.1.1οὗ τύχοι τῆς πόλεως — 关系地点副词 οὗ(在……地方)与表示范围的属格 τῆς πόλεως(城市)连用。希求语气动词 τύχοι 表示过去的一般性重复条件(“无论在城中的哪个角落”)。
  3. §26.1.6ἐξ ὧν — 由介词 ἐκ 和中性复数代词属格 ὧν 组成(此处关系代词起指示代词作用),指代前文所述安条克的种种怪诞行为。表示原因或结果,译作“因这些行为/由此”。
  4. §26.1.13ἐποίησεν αὐτοῦ καταχυθῆναι — 由动词 ποιέω 与被动不定式 καταχυθῆναι(被浇下)构成的使役句型,意为“使……被浇下(即命人浇下)”。不定式的逻辑主语是宾格短语 μέγιστον κεράμιον(一大罐),而属格代词 αὐτοῦ 修饰 τῆς κεφαλῆς(他的头上)。

引用这一段

波利比奥斯, 历史 §26.1.1-26.1.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:26.1.1-26.1.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。