§25.5.1ὅτι εἰς τὴν Ῥόδον παραγενομένων τῶν ἐκ τῆς Ῥώμης πρεσβευτῶν καὶ διασαφούντων τὰ δεδογμένα τῇ συγκλήτῳ, θόρυβος ἦν ἐν τῇ Ῥόδῳ καὶ πολλὴ ταραχὴ περὶ τοὺς πολιτευομένους, ἀγανακτούντων ἐπὶ τῷ μὴ φάσκειν ἐν δωρεᾷ δεδόσθαι τοὺς Λυκίους αὐτοῖς, ἀλλὰ κατὰ συμμαχίαν.
ὅτι ローマからの使節たちがロドスに到着し、元老院の決定事項を明確に伝えると、ロドスには騒然とした雰囲気が漂い、政治家たちの間には大きな混乱が生じた。 彼らは、リュキア人が自分たちに贈り物として与えられたのではなく、同盟関係に基づいて与えられたのだと(元老院の決定が)主張していることに憤慨したのである。
§25.5.2ἄρτι γὰρ δοκοῦντες καλῶς τεθεῖσθαι τὰ κατὰ Λυκίους, αὖθις ἄλλην ἀρχὴν ἑώρων φυομένην πραγμάτων·
というのも、彼らはリュキア人に関する事柄が首尾よく解決されたとちょうど思ったばかりであったのに、再び新たな紛争の兆しが芽生えつつあるのを目にしたからである。
§25.5.3εὐθέως γὰρ οἱ Λύκιοι, τῶν Ῥωμαίων παραγενομένων καὶ διασαφούντων ταῦτα τοῖς Ῥοδίοις, πάλιν ἐστασίαζον καὶ πᾶν ὑπομένειν οἷοί τʼ ἦσαν ὑπὲρ τῆς αὐτονομίας καὶ τῆς ἐλευθερίας.
実際、ローマ人たちが到着してこれらのことをロドス人に伝えると、リュキア人たちは直ちに再び反乱の動きを見せ、自治と自由のためにあらゆる苦難に耐える覚悟を決めていた。
§25.5.4οὐ μὴν ἀλλʼ οἵ γε Ῥόδιοι διακούσαντες τῶν πρεσβευτῶν καὶ νομίσαντες ἐξηπατῆσθαι τοὺς Ῥωμαίους ὑπὸ τῶν Λυκίων, παραχρῆμα κατέστησαν τοὺς περὶ Λυκόφρονα πρεσβευτάς, διδάξοντας τὴν σύγκλητον περὶ τῶν προειρημένων.
しかしながら、ロドス人たちは使節たちの言い分を詳細に聞き、ローマ人がリュキア人に欺かれたのだと判断すると、ただちにリュコフロンらを、前述の事柄について元老院に説明するための使節として派遣した。
§25.5.5καὶ ταῦτα μὲν ἐπὶ τούτων ἦν, ὅσον οὔπω δοκούντων πάλιν ἐπαναστήσεσθαι τῶν Λυκίων.
そして、これらの事態はこのような状況にあり、リュキア人たちは今にも再び蜂起するかと思われるほどであった。