§25.6.1ὅτι ἡ σύγκλητος, παραγενομένων τῶν ἐκ τῆς Ῥόδου πρεσβευτῶν, διακούσασα τῶν λόγων ὑπερέθετο τὴν ἀπόκρισιν.
元老院は、ロドスからの使節たちが到着すると、彼らの主張を聞いた上で、返答を先送りにした。
§25.6.2ἡκόντων δὲ τῶν Δαρδανίων καὶ περὶ τοῦ πλήθους τῶν Βασταρνῶν καὶ περὶ τοῦ μεγέθους τῶν ἀνδρῶν καὶ τῆς ἐν τοῖς κινδύνοις τόλμης ἐξηγουμένων, §25.6.3καὶ διασαφούντων περὶ τῆς Περσέως κοινοπραγίας καὶ τῶν Γαλατῶν καὶ φασκόντων τοῦτον ἀγωνιᾶν μᾶλλον ἢ τοὺς Βαστάρνας καὶ διὰ ταῦτα δεομένων σφίσι βοηθεῖν,
一方、ダルダニア人たちが到着し、バスタルナ人の多さや、彼らの体格の大きさ、そして危険における彼らの大胆さについて説明し、またペルセウスとガラティア人たちの共同謀議について明らかに語るとともに、彼がバスタルナ人たち以上に不安を募らせて画策していると主張し、それゆえ自分たちを援助するよう要請した。
§25.6.4παρόντων δὲ καὶ Θετταλῶν καὶ συνεπιμαρτυρούντων τοῖς Δαρδανίοις καὶ παρακαλούντων καὶ τούτων ἐπὶ τὴν βοήθειαν, §25.6.5ἔδοξε τῇ συγκλήτῳ πέμψαι τινὰς τοὺς αὐτόπτας ἐσομένους τῶν προσαγγελλομένων.
さらにテッサリア人たちも同席し、ダルダニア人たちを支持して証言を行い、彼らもまた援助を求めたため、元老院は、報告されている事態を自ら確認させるために何人かを派遣することを決定した。
§25.6.6καὶ παραυτίκα καταστήσαντες Αὖλον Ποστόμιον ἐξαπέστειλαν καὶ σὺν τούτῳ τινὰς τῶν νέων.
そして直ちにアウルス・ポストミウスを任命して派遣し、彼とともに数人の若者を同行させた。