§25.2.1ὅτι ὁ Φαρνάκης, ἐξαπιναίου καὶ βαρείας αὐτῷ τῆς ἐφόδου γενομένης, ἕτοιμος ἦν πρὸς πᾶν τὸ προτεινόμενον·
ファルナケスは、不意に激しい攻撃を受けたため、提案されたあらゆる条件を受け入れる用意があった。
πρέσβεις γὰρ ἐξαπέστειλε πρὸς Εὐμένη καὶ Ἀριαράθην.
というのも、彼はエウメネスとアリアラテスのもとに使節を派遣したからである。
§25.2.2τῶν δὲ περὶ Εὐμένη καὶ Ἀριαράθην προσδεξαμένων τοὺς λόγους καὶ παραχρῆμα συνεξαποστειλάντων πρεσβευτὰς παρʼ αὑτῶν πρὸς τὸν Φαρνάκην, καὶ τούτου γενομένου πλεονάκις παρʼ ἑκατέρων, ἐκυρώθησαν αἱ διαλύσεις ἐπὶ τούτοις·
エウメネスとアリアラテスの側がこの提案を受け入れ、直ちに自分たちの側からも共同で使節をファルナケスのもとへと派遣し、さらにこのやり取りが双方の間で何度も繰り返された後、以下の条件で和議が締結された。
§25.2.3εἰρήνην ὑπάρχειν Εὐμένει καὶ Προυσίᾳ καὶ Ἀριαράθῃ πρὸς Φαρνάκην καὶ Μιθριδάτην εἰς τὸν πάντα χρόνον.
エウメネス、プルシアス、アリアラテスと、ファルナケスおよびミトリダテスとの間に、永久に平和が存続すること。
§25.2.4Γαλατίας μὴ ἐπιβαίνειν Φαρνάκην κατὰ μηδένα τρόπον.
ファルナケスはいかなる方法によってもガラティアに侵入しないこと。
ὅσαι γεγόνασιν πρότερον συνθῆκαι Φαρνάκῃ πρὸς Γαλάτας, ἀκύρους ὑπάρχειν.
ファルナケスとガラティア人との間で以前に結ばれた条約は、すべて無効とすること。
§25.2.5ὁμοίως Παφλαγονίας ἐκχωρεῖν, ἀποκαταστήσαντα τοὺς οἰκήτορας, οὓς πρότερον ἐξαγηόχει, σὺν δὲ τούτοις ὅπλα καὶ βέλη καὶ τὰς ἄλλας παρασκευάς.
同様にパフラゴニアからも撤退すること。 彼が以前に連れ去った居住者たちを、武器や矢、その他の装備とともに復帰させた上で。
§25.2.6ἀποδοῦναι δὲ καὶ Ἀριαράθῃ τῶν τε χωρίων ὅσα παρῄρητο μετὰ τῆς προϋπαρχούσης κατασκευῆς καὶ τοὺς ὁμήρους.
またアリアラテスに対しても、以前に奪い取ったすべての土地を、以前からあった設備とともに、そして人質たちをも返還すること。
§25.2.7ἀποδοῦναι δὲ καὶ Τίον παρὰ τὸν Πόντον, ὃν μετά τινα χρόνον Εὐμένης ἔδωκε Προυσίᾳ πεισθεὶς μετὰ μεγάλης χάριτος.
また、ポントス沿いのティオスをも返還すること。 この都市は、後にエウメネスが説得に応じて、多大な好意とともにプルシアスに与えたものである。
§25.2.8ἐγράφη δὲ καὶ τοὺς αἰχμαλώτους ἀποκαταστῆσαι Φαρνάκην χωρὶς λύτρων καὶ τοὺς αὐτομόλους ἅπαντας·
また、ファルナケスは身代金なしで捕虜を、そしてすべての脱走兵を復帰させることが規定された。
§25.2.9πρὸς δὲ τούτοις τῶν χρημάτων καὶ τῆς γάζης, ἧς ἀπήνεγκε παρὰ Μορζίου καὶ Ἀριαράθου, ἀποδοῦναι τοῖς προειρημένοις βασιλεῦσιν ἐνακόσια τάλαντα,
これらに加えて、モルジオスとアリアラテスから奪い去った金銭および財宝の中から、前述の諸王に九百タラントンを返還すること。
§25.2.10καὶ τοῖς περὶ τὸν Εὐμένη τριακόσια προσθεῖναι τῆς εἰς τὸν πόλεμον δαπάνης.
そしてエウメネスとその陣営に対し、戦争費用としてさらに三百(タラントン)を追加すること。
§25.2.11ἐπεγράφη δὲ καὶ Μιθριδάτῃ τῷ τῆς Ἀρμενίας σατράπῃ τριακόσια τάλαντα, διότι παραβὰς τὰς πρὸς Εὐμένη συνθήκας ἐπολέμησεν Ἀριαράθῃ.
また、アルメニアのサトラップであるミトリダテスに対しても、エウメネスとの条約を破ってアリアラテスと戦ったため、三百タラントンが科された。
§25.2.12περιελήφθησαν δὲ ταῖς συνθήκαις τῶν μὲν κατὰ τὴν Ἀσίαν δυναστῶν Ἀρταξίας ὁ τῆς πλείστης Ἀρμενίας ἄρχων καὶ Ἀκουσίλοχος,
条約には、アジアの支配者たちのうちからは、アルメニアの大部分を支配するアルタクシアスと、アクーシロコスが含められた。
§25.2.13τῶν δὲ κατὰ τὴν Εὐρώπην Γάταλος ὁ Σαρμάτης, τῶν δʼ αὐτονομουμένων Ἡρακλεῶται, Μεσημβριανοί, Χερρονησῖται, σὺν δὲ τούτοις Κυζικηνοί.
また、ヨーロッパの者たちのうちからはサルマタイ人のガタロスが、自治都市のうちからはヘラクレア市民、メセンブリア市民、ヘルソネソス市民、そしてこれに加えてキジコス市民が含まれた。
§25.2.14περὶ δὲ τῶν ὁμήρων τελευταῖον ἐγράφη πόσους δεήσει καὶ τίνας δοῦναι τὸν Φαρνάκην·
人質については、最後に、ファルナケスが何人を、また誰を引き渡すべきかが規定された。
ὧν καὶ παραγενηθέντων ἐξ αὐτῆς ἀνέζευξαν αἱ δυνάμεις.
これら(人質)が直ちに到着すると、軍隊は撤収した。
§25.2.15καὶ τοῦ μὲν Εὐμένει καὶ Ἀριαράθῃ πρὸς Φαρνάκην συστάντος πολέμου τοιοῦτον ἀπέβη τὸ τέλος.
こうして、エウメネスおよびアリアラテスと、ファルナケスとの間で勃発した戦争は、このような結末を迎えた。