Humanitext Reader

波利比奥斯 · 历史 §25.2.1-25.2.15

法尔纳克的投降与欧墨尼斯等人的和约

第 1066 段,共 1311 段 · 希腊语

内容简介

法尔纳克在遭受突然袭击后表示愿意投降,并与欧墨尼斯、阿里亚拉塞斯等人缔结了永久和约。和约规定了领土归还、赔偿金、交出人质,以及将邻近势力和自治城邦纳入条约中。

§25.2.1ὅτι ὁ Φαρνάκης, ἐξαπιναίου καὶ βαρείας αὐτῷ τῆς ἐφόδου γενομένης, ἕτοιμος ἦν πρὸς πᾶν τὸ προτεινόμενον· πρέσβεις γὰρ ἐξαπέστειλε πρὸς Εὐμένη καὶ Ἀριαράθην.
却说法尔纳克由于遭到突如其来且沉重的打击,准备接受一切提议;因为他向欧墨尼斯和阿里亚拉塞斯派遣了使节。
§25.2.2τῶν δὲ περὶ Εὐμένη καὶ Ἀριαράθην προσδεξαμένων τοὺς λόγους καὶ παραχρῆμα συνεξαποστειλάντων πρεσβευτὰς παρʼ αὑτῶν πρὸς τὸν Φαρνάκην, καὶ τούτου γενομένου πλεονάκις παρʼ ἑκατέρων, ἐκυρώθησαν αἱ διαλύσεις ἐπὶ τούτοις· §25.2.3εἰρήνην ὑπάρχειν Εὐμένει καὶ Προυσίᾳ καὶ Ἀριαράθῃ πρὸς Φαρνάκην καὶ Μιθριδάτην εἰς τὸν πάντα χρόνον.
当欧墨尼斯和阿里亚拉塞斯接受了这些建议,并立即从自己一方共同派出了使节去见法尔纳克,且双方如此往复数次之后,和约根据以下条款得以确立:欧墨尼斯、普鲁西阿斯、阿里亚拉塞斯与法尔纳克、米特里达梯之间,享有永久的和平。
§25.2.4Γαλατίας μὴ ἐπιβαίνειν Φαρνάκην κατὰ μηδένα τρόπον. ὅσαι γεγόνασιν πρότερον συνθῆκαι Φαρνάκῃ πρὸς Γαλάτας, ἀκύρους ὑπάρχειν.
法尔纳克无论如何不得进入加拉太;此前法尔纳克与加拉太人所订立的一切条约均告无效。
§25.2.5ὁμοίως Παφλαγονίας ἐκχωρεῖν, ἀποκαταστήσαντα τοὺς οἰκήτορας, οὓς πρότερον ἐξαγηόχει, σὺν δὲ τούτοις ὅπλα καὶ βέλη καὶ τὰς ἄλλας παρασκευάς.
同样,他须撤出帕夫拉戈尼亚,并将他此前驱逐的居民连同武器、箭矢和其他装备一同复归。
§25.2.6ἀποδοῦναι δὲ καὶ Ἀριαράθῃ τῶν τε χωρίων ὅσα παρῄρητο μετὰ τῆς προϋπαρχούσης κατασκευῆς καὶ τοὺς ὁμήρους.
并且,他还须将先前夺取的一切地方连同原有的设备,以及人质,全部归还给阿里亚拉塞斯。
§25.2.7ἀποδοῦναι δὲ καὶ Τίον παρὰ τὸν Πόντον, ὃν μετά τινα χρόνον Εὐμένης ἔδωκε Προυσίᾳ πεισθεὶς μετὰ μεγάλης χάριτος.
还须归还黑海沿岸的蒂乌姆,该城是后来欧墨尼斯在被说服后,怀着极大的善意赠予普鲁西阿斯的。
§25.2.8ἐγράφη δὲ καὶ τοὺς αἰχμαλώτους ἀποκαταστῆσαι Φαρνάκην χωρὶς λύτρων καὶ τοὺς αὐτομόλους ἅπαντας·
协议中还写明,法尔纳克须无赎金归还俘虏,并归还所有逃兵。
§25.2.9πρὸς δὲ τούτοις τῶν χρημάτων καὶ τῆς γάζης, ἧς ἀπήνεγκε παρὰ Μορζίου καὶ Ἀριαράθου, ἀποδοῦναι τοῖς προειρημένοις βασιλεῦσιν ἐνακόσια τάλαντα, §25.2.10καὶ τοῖς περὶ τὸν Εὐμένη τριακόσια προσθεῖναι τῆς εἰς τὸν πόλεμον δαπάνης.
除此之外,他须从他自莫尔济乌斯和阿里亚拉塞斯那里掠夺的金钱和财宝中,向上述国王们偿还九百塔兰同,并向欧墨尼斯及其随从追加三百塔兰同,作为战争费用。
§25.2.11ἐπεγράφη δὲ καὶ Μιθριδάτῃ τῷ τῆς Ἀρμενίας σατράπῃ τριακόσια τάλαντα, διότι παραβὰς τὰς πρὸς Εὐμένη συνθήκας ἐπολέμησεν Ἀριαράθῃ.
此外,亚美尼亚的萨特拉普米特里达梯也被科以三百塔兰同的罚金,因为他违反了与欧墨尼斯的协定,并与阿里亚拉塞斯交战。
§25.2.12περιελήφθησαν δὲ ταῖς συνθήκαις τῶν μὲν κατὰ τὴν Ἀσίαν δυναστῶν Ἀρταξίας ὁ τῆς πλείστης Ἀρμενίας ἄρχων καὶ Ἀκουσίλοχος, §25.2.13τῶν δὲ κατὰ τὴν Εὐρώπην Γάταλος ὁ Σαρμάτης, τῶν δʼ αὐτονομουμένων Ἡρακλεῶται, Μεσημβριανοί, Χερρονησῖται, σὺν δὲ τούτοις Κυζικηνοί.
在亚洲的统治者中,被纳入和约的有统治大部亚美尼亚的阿尔塔克西阿斯以及阿库西洛科斯;在欧洲的统治者中,有萨尔马提亚人加塔罗斯;在自治城邦中,有赫拉克利亚人、梅森布里亚人、赫索尼苏斯人,以及奇齐库斯人。
§25.2.14περὶ δὲ τῶν ὁμήρων τελευταῖον ἐγράφη πόσους δεήσει καὶ τίνας δοῦναι τὸν Φαρνάκην·
关于人质,最后写明了法尔纳克必须交出多少人以及哪些人。
ὧν καὶ παραγενηθέντων ἐξ αὐτῆς ἀνέζευξαν αἱ δυνάμεις.
当这些人质一经送达,军队便随即撤离。
§25.2.15καὶ τοῦ μὲν Εὐμένει καὶ Ἀριαράθῃ πρὸς Φαρνάκην συστάντος πολέμου τοιοῦτον ἀπέβη τὸ τέλος.
欧墨尼斯、阿里亚拉塞斯与法尔纳克之间爆发的战争,便以这样的结局告终。

词汇与语法注释

  1. §25.2.1ὅτι — 这是拜占庭摘录(Excerpta)中典型的句首 ὅ提,用于引入事实的摘要或报告。此处主句动词 ἦν 仍使用直陈语气。
  2. §25.2.3εἰρήνην ὑπάρχειν — 表示命令或规定(Infinitive of command / stipulation)的不定式,用于规定条约的具体条款。也可以解释为依赖于主句中省略的“规定/同意”等动词的“对格加不定式”结构。
  3. §25.2.5ἀποκαταστήσαντα — 阳性单数宾格的不定过去时主动分词,与不定式 ἐκχωρεῖν 的逻辑主语(即宾格的 Φαρνάκην)一致。虽然主语在上下文语境中省略,但分词的格变化指明了其指代对象。
  4. §25.2.9τῶν χρημάτων — 部分属格。表示作为 ἀποδοῦναι(归还)宾语的“九百塔兰同”(ἐνακόσια τ浅兰特)是从掠夺来的金钱和财宝“之中(作为一部分)”支付的。

引用这一段

波利比奥斯, 历史 §25.2.1-25.2.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:25.2.1-25.2.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。