§24.7.1ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς ἦν τις ἐν τῇ Λακεδαίμονι Χαίρων, ὃς ἐτύγχανε τῷ πρότερον ἔτει πεπρεσβευκὼς εἰς τὴν Ῥώμην, ἄνθρωπος ἀγχίνους μὲν καὶ πρακτικός, νέος δὲ καὶ ταπεινὸς καὶ δημοτικῆς ἀγωγῆς τετευχώς.
[…とのこと。 ]ほぼ同時期に、ラケダイモンにカイロンという者がいた。 彼は前年にローマへ使節として派遣されていたが、機知に富み精力的な男である一方、若く、身分が低く、民衆的な教育を受けた人物であった。
§24.7.2οὗτος ὀχλαγωγῶν καὶ κινήσας ὃ μηθεὶς ἕτερος ἐθάρρει, ταχέως περιεποιήσατο φαντασίαν παρὰ τοῖς πολλοῖς.
この男は、民衆を扇動し、他の誰も敢えてしなかったような事柄を動かすことによって、すぐに多くの人々の間で高い評判を得た。
§24.7.3καὶ τὸ μὲν πρῶτον ἀφελόμενος τὴν χώραν, ἣν οἱ τύραννοι συνεχώρησαν ταῖς ὑπολειφθείσαις τῶν φυγάδων ἀδελφαῖς καὶ γυναιξὶ καὶ μητράσι καὶ τέκνοις, ταύτην διέδωκε τοῖς λεπτοῖς εἰκῇ καὶ ἀνίσως κατὰ τὴν ἰδίαν ἐξουσίαν·
そして、まずはかつて僭主たちが、亡命者の残された姉妹、妻、母親、子供たちに与えていた土地を没収し、この土地を自身の権限によって、貧民たちに無計画かつ不平等に分配した。
§24.7.4μετὰ δὲ ταῦτα τοῖς κοινοῖς ὡς ἰδίοις χρώμενος ἐξεδαπάνα τὰς προσόδους, οὐ νόμου στοχαζόμενος, οὐ κοινοῦ δόγματος, οὐκ ἄρχοντος.
その後は、公共の財産を私物のように扱って歳入を浪費し、法律も、共同体の決議も、政務官も顧みることがなかった。
§24.7.5ἐφʼ οἷς τινες ἀγανακτήσαντες ἐσπούδαζον κατασταθῆναι δοκιμαστῆρες τῶν κοινῶν κατὰ τοὺς νόμους.
これに憤慨した一部の者たちが、法律に従って公共財産の監査官が任命されるよう尽力した。
§24.7.6ὁ δὲ Χαίρων θεωρῶν τὸ γινόμενον καὶ συνειδὼς αὑτῷ κακῶς κεχειρικότι τὰ τῆς πόλεως, τὸν ἐπιφανέστατον τῶν δοκιμαστήρων Ἀπολλωνίδαν καὶ μάλιστα δυνάμενον ἐρευνῆσαι τὴν πλεονεξίαν αὐτοῦ, τοῦτον ἀποπορευόμενον ἡμέρας ἐκ βαλανείου προσπέμψας τινὰς ἐξεκέντησεν.
カイロンは、起こっていることを見て、また自分が国家の財産を不当に管理してきたことを自覚していたため、監査官たちの中で最も著名で、彼の不法利得を暴くことが最もできたであろうアポロニダスを、彼が日中に公衆浴場から出てくるところへ、刺客を送り込んで刺し殺させた。
§24.7.7ὧν προσπεσόντων τοῖς Ἀχαιοῖς, καὶ τοῦ πλήθους ἀγανακτήσαντος ἐπὶ τοῖς γεγονόσιν, ἐξ αὐτῆς ὁ στρατηγὸς ὁρμήσας καὶ παραγενόμενος εἰς τὴν Λακεδαίμονα τόν τε Χαίρωνα παρήγαγεν εἰς κρίσιν ὑπὲρ τοῦ φόνου τοῦ κατὰ τὸν Ἀπολλωνίδαν καὶ κατακρίνας ἐποίησε δέσμιον,
このことがアカイア人たちに伝わり、民衆が起こった出来事に憤慨すると、直ちに将軍が出発してラケダイモンに到着し、カイロンをアポロニダス殺害の罪で裁判にかけて有罪を宣告し、投獄した。
§24.7.8τούς τε λοιποὺς δοκιμαστῆρας παρώξυνε πρὸς τὸ ποιεῖσθαι τὴν ζήτησιν τῶν δημοσίων ἀληθινήν, φροντίσαι δὲ καὶ περὶ τοῦ κομίσασθαι τὰς οὐσίας τοὺς τῶν φυγάδων ἀναγκαίους πάλιν, ἃς ὁ Χαίρων αὐτῶν ἀφείλετο βραχεῖ χρόνῳ πρότερον. —
また、残りの監査官たちに対して、公金の厳格な調査を行うよう促し、亡命者たちの親族が、少し前にカイロンが彼らから没収した財産を再び取り戻すことについても配慮するよう促した。