§24.6.1ὅτι περὶ τοὺς αὐτοὺς καιροὺς Πτολεμαῖος ὁ βασιλεύς, βουλόμενος ἐμπλέκεσθαι τῷ τῶν Ἀχαιῶν ἔθνει, διεπέμψατο πρεσβευτήν, ἐπαγγελλόμενος δεκαναΐαν δώσειν ἐντελῆ πεντηκοντηρικῶν πλοίων.
[…とのこと。 ]ほぼ同時期に、プトレマイオス王はアカイア人の連邦と関わりを持ちたいと望み、50本櫂船10隻からなる、完全に装備の整った船団を寄贈することを約束して、使節を派遣した。
§24.6.2οἱ δʼ Ἀχαιοὶ καὶ διὰ τὸ δοκεῖν τὴν δωρεὰν ἀξίαν εἶναι χάριτος ἀσμένως ἀπεδέξαντο τὴν ἐπαγγελίαν.
アカイア人たちは、この贈り物が感謝に値すると思われることもあって、その申し出を喜んで受け入れた。
[δοκεῖ γὰρ ἡ δαπάνη οὐ πολὺ λείπειν τῶν δέκα ταλάντων].
[というのも、その費用は10タラントンに大きくは及ばないと思われたからである。
§24.6.3ταῦτα δὲ βουλευσάμενοι προεχειρίσαντο πρεσβευτὰς Λυκόρταν καὶ Πολύβιον καὶ σὺν τούτοις Ἄρατον, υἱὸν Ἀράτου τοῦ Σικυωνίου, τοὺς ἅμα μὲν εὐχαριστήσοντας τῷ βασιλεῖ περί τε τῶν ὅπλων ὧν πρότερον ἀπέστειλε καὶ τοῦ νομίσματος, ἅμα δὲ παραληψομένους τὰ πλοῖα καὶ πρόνοιαν ποιησομένους περὶ τῆς ἀποκομιδῆς αὐτῶν.
]このことを決議した後、彼らはリュコルタス、ポリュビオス、そしてこれらに加えてシキュオンのアラトスの息子アラトスを使節として指名した。 彼らは、一方では王が以前に送った武具と貨幣について感謝の意を表し、他方では船を引き受けてそれらの移送の配慮をするための者たちであった。
§24.6.4κατέστησαν δὲ τὸν μὲν Λυκόρταν διὰ τὸ κατὰ τὸν καιρόν, καθʼ ὃν ἐποιεῖτο τὴν ἀνανέωσιν τῆς συμμαχίας ὁ Πτολεμαῖος, στρατηγοῦντα τότε συνεργῆσαι φιλοτίμως αὐτῷ, §24.6.5τὸν δὲ Πολύβιον, νεώτερον ὄντα τῆς κατὰ τοὺς νόμους ἡλικίας, διὰ τὸ τήν τε συμμαχίαν αὐτοῦ τὸν πατέρα πρεσβεύσαντα πρὸς Πτολεμαῖον ἀνανεώσασθαι καὶ τὴν δωρεὰν τῶν ὅπλων καὶ τοῦ νομίσματος ἀγαγεῖν τοῖς Ἀχαιοῖς, §24.6.6παραπλησίως δὲ καὶ τὸν Ἄρατον διὰ τὰς προγονικὰς συστάσεις πρὸς τὴν βασιλείαν.
彼らがリュコルタスを任命したのは、プトレマイオスが同盟の更新を行っていた時期に、当時将軍を務めていた彼が、王に対して熱心に協力したためであり、ポリュビオスについては、法律に定められた年齢より若かったものの、彼の父が使節としてプトレマイオスの元に派遣されて同盟を更新し、武具と貨幣の寄贈をアカイア人たちにもたらしたためであり、同様にアラトスについては、王家に対する先祖代々の結びつきのためであった。
§24.6.7οὐ μὴν συνέβη γε τὴν πρεσβείαν ταύτην ἐξελθεῖν διὰ τὸ μεταλλάξαι τὸν Πτολεμαῖον περὶ τοὺς καιροὺς τούτους. —
しかし、この時期にプトレマイオスが崩御したために、この使節団が出発することは結局なかった。