Humanitext Reader

波利比奥斯 · 历史 §24.7.1-24.7.8

斯巴达凯隆的暴政与阿卡亚同盟的介入

第 1056 段,共 1311 段 · 希腊语

内容简介

斯巴达的凯隆煽动民众、滥用公款并进行不公的土地分配。由于他暗杀了企图对此展开调查的审计官阿波罗尼达斯,阿卡亚同盟的将军介入并将其逮捕,下令对公款进行审计并归还财产。

§24.7.1ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς ἦν τις ἐν τῇ Λακεδαίμονι Χαίρων, ὃς ἐτύγχανε τῷ πρότερον ἔτει πεπρεσβευκὼς εἰς τὴν Ῥώμην, ἄνθρωπος ἀγχίνους μὲν καὶ πρακτικός, νέος δὲ καὶ ταπεινὸς καὶ δημοτικῆς ἀγωγῆς τετευχώς.
[有记载说,]大约在同一时期,拉刻代蒙有一个名叫凯隆的人,他恰好在前一年曾作为使节出使罗马。 此人机智且务实,但年轻、出身卑微,并接受过平民式的教育。
§24.7.2οὗτος ὀχλαγωγῶν καὶ κινήσας ὃ μηθεὶς ἕτερος ἐθάρρει, ταχέως περιεποιήσατο φαντασίαν παρὰ τοῖς πολλοῖς.
他通过煽动民众并挑起旁人不敢触碰的事端,很快在大众中树立起了极高的声望。
§24.7.3καὶ τὸ μὲν πρῶτον ἀφελόμενος τὴν χώραν, ἣν οἱ τύραννοι συνεχώρησαν ταῖς ὑπολειφθείσαις τῶν φυγάδων ἀδελφαῖς καὶ γυναιξὶ καὶ μητράσι καὶ τέκνοις, ταύτην διέδωκε τοῖς λεπτοῖς εἰκῇ καὶ ἀνίσως κατὰ τὴν ἰδίαν ἐξουσίαν·
起初,他没收了僭主们留给流亡者的姐妹、妻子、母亲和孩子们的土地,并凭着自己的特权,将这些土地随意且不均等地分给穷人。
§24.7.4μετὰ δὲ ταῦτα τοῖς κοινοῖς ὡς ἰδίοις χρώμενος ἐξεδαπάνα τὰς προσόδους, οὐ νόμου στοχαζόμενος, οὐ κοινοῦ δόγματος, οὐκ ἄρχοντος.
此后,他将公共财产据为己有,肆意挥霍财政收入,既不顾及法律,也不顾及公共决议和政务官。
§24.7.5ἐφʼ οἷς τινες ἀγανακτήσαντες ἐσπούδαζον κατασταθῆναι δοκιμαστῆρες τῶν κοινῶν κατὰ τοὺς νόμους.
对此感到愤慨的部分人,便极力促使依法任命公共财产的审计官。
§24.7.6ὁ δὲ Χαίρων θεωρῶν τὸ γινόμενον καὶ συνειδὼς αὑτῷ κακῶς κεχειρικότι τὰ τῆς πόλεως, τὸν ἐπιφανέστατον τῶν δοκιμαστήρων Ἀπολλωνίδαν καὶ μάλιστα δυνάμενον ἐρευνῆσαι τὴν πλεονεξίαν αὐτοῦ, τοῦτον ἀποπορευόμενον ἡμέρας ἐκ βαλανείου προσπέμψας τινὰς ἐξεκέντησεν.
凯隆见此情景,深知自己对城邦事务管理不善,于是派人在白天趁着审计官中最杰出、最能查清其贪婪行径的阿波罗尼达斯刚从浴室出来时,将其刺杀。
§24.7.7ὧν προσπεσόντων τοῖς Ἀχαιοῖς, καὶ τοῦ πλήθους ἀγανακτήσαντος ἐπὶ τοῖς γεγονόσιν, ἐξ αὐτῆς ὁ στρατηγὸς ὁρμήσας καὶ παραγενόμενος εἰς τὴν Λακεδαίμονα τόν τε Χαίρωνα παρήγαγεν εἰς κρίσιν ὑπὲρ τοῦ φόνου τοῦ κατὰ τὸν Ἀπολλωνίδαν καὶ κατακρίνας ἐποίησε δέσμιον,
这一消息传到阿卡亚人耳中,大众对所发生的事感到极其愤慨。 将军立即动身,抵达拉刻代蒙,将凯隆因谋杀阿波罗尼达斯而提审,判定有罪后将其关押。
§24.7.8τούς τε λοιποὺς δοκιμαστῆρας παρώξυνε πρὸς τὸ ποιεῖσθαι τὴν ζήτησιν τῶν δημοσίων ἀληθινήν, φροντίσαι δὲ καὶ περὶ τοῦ κομίσασθαι τὰς οὐσίας τοὺς τῶν φυγάδων ἀναγκαίους πάλιν, ἃς ὁ Χαίρων αὐτῶν ἀφείλετο βραχεῖ χρόνῳ πρότερον. —
此外,他还督促其余的审计官对公共资金进行彻底审计,并设法使流亡者的亲属收回不久前被凯隆夺走的财产。

词汇与语法注释

  1. §24.7.1ὃς ἐτύγχανε ... πεπρεσβευκώς — 动词 τυγχάνω 与完成时分词 πεπρεσβευκώς 连用,强调该过去事件的实际发生(“恰好曾出使”)。
  2. §24.7.6συνειδὼς αὑτῷ κακῶς κεχειρικότι — 动词 σύνοιδα 后接反身代词与格 αὑτῷ 和与格分词 κεχειρικότι,表示对自身行为的省察(“深知自己管理不善”)。
  3. §24.7.6τὸν ἐπιφανέστατον ... τοῦτον ... ἐξεκέντησεν — 由于直接宾语 Ἀπολλωνίδαν 因冗长的修饰从句而与主动词分离,因此在动词前冗余地插入指示代词 τοῦτον 以承接宾语,使句法结构更为清晰。
  4. §24.7.7ὧν προσπεσόντων — 采用关系代词中性复数属格 ὧν 的属格绝对结构,指代前述事件(阿波罗尼达斯遇刺),起连接作用(“这些事传开后”)。
  5. §24.7.8φροντίσαι δὲ καὶ περὶ τοῦ κομίσασθαι τὰς οὐσίας τοὺς τῶν φυγάδων ἀναγκαίους — 不定式 φροντίσαι 依附于前文的 παρώξυνε,与 πρὸς τὸ ποιεῖσθαι 并列。在介词短语中,带冠词不定式 τοῦ κομίσασθαι(中动语态:“为自己收回”)的逻辑主语是宾格短语 τοὺς τῶν φυγάδων ἀναγκαίους(流亡者的亲属)。

引用这一段

波利比奥斯, 历史 §24.7.1-24.7.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:24.7.1-24.7.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。