§24.5.1ὅτι γενομένων συνθηκῶν πρὸς ἀλλήλους Φαρνάκου καὶ Ἀττάλου καὶ τῶν λοιπῶν, ἅπαντες μετὰ τῶν οἰκείων δυνάμεων ἀνεχώρησαν εἰς τὴν οἰκείαν.
[…とのこと。 ]ファルナケス、アッタロス、およびその他の者たちの間で協定が結ばれたので、全員が自らの軍隊を率いてそれぞれの本国へと退却した。
§24.5.2Εὐμένης δὲ κατὰ τὸν καιρὸν τοῦτον ἀπολελυμένος τῆς ἀρρωστίας καὶ διατρίβων ἐν Περγάμῳ, παραγενομένου τἀδελφοῦ καὶ διασαφοῦντος περὶ τῶν ᾠκονομημένων, εὐδοκήσας τοῖς γεγονόσιν προέθετο πέμπειν τοὺς ἀδελφοὺς ἅπαντας εἰς τὴν Ῥώμην,
一方、エウメネスはこの時期に病気から回復してペルガモンに滞在していたが、弟が到着して取り決められた事柄について詳しく報告した際、その結果に満足して、兄弟たち全員をローマへ派遣することを決定した。
§24.5.3ἅμα μὲν ἐλπίζων πέρας ἐπιθήσειν τῷ πρὸς τὸν Φαρνάκην πολέμῳ διὰ τῆς τούτων πρεσβείας, ἅμα δὲ συστῆσαι σπουδάζων τοὺς ἀδελφοὺς τοῖς τʼ ἰδίᾳ φίλοις καὶ ξένοις ὑπάρχουσιν αὐτῶν ἐν τῇ Ῥώμῃ καὶ τῇ συγκλήτῳ κατὰ κοινόν.
それは、一方で彼らの使節団を通じてファルナケスとの戦争に終止符を打つことを期待し、他方で兄弟たちを、ローマにいる彼ら自身の個人的な友人や知人たち、また元老院全体に紹介することを熱心に望んだからであった。
§24.5.4προθύμων δὲ καὶ τῶν περὶ τὸν Ἄτταλον ὑπαρχόντων, ἐγένοντο περὶ τὴν ἐκδημίαν.
アッタロスとその一行もまた乗り気であったので、彼らは出発の準備に取りかかった。
§24.5.5καὶ τούτων παραγενομένων εἰς τὴν Ῥώμην, καὶ κατʼ ἰδίαν μὲν πάντες ἀπεδέχοντο τοὺς νεανίσκους φιλανθρώπως, ἅτε συνήθειαν ἐσχηκότες ἐν ταῖς περὶ τὴν Ἀσίαν στρατείαις, ἔτι δὲ μεγαλομερέστερον ἡ σύγκλητος ἀπεδέξατο τὴν παρουσίαν αὐτῶν·
そして彼らがローマに到着すると、個人的には誰もがこの若者たちを親切に歓迎したが、それはアジアでの諸戦役において親交を結んでいたためであった。 さらに元老院は、彼らの来訪をいっそう丁重に歓迎した。
§24.5.6καὶ γὰρ ξένια καὶ παροχὰς τὰς μεγίστας ἐξέθηκεν αὐτοῖς καὶ πρὸς τὴν ἔντευξιν καλῶς ἀπήντησεν.
というのも、彼らに対して最大限の饗応と物資の支給を提供し、会談に対しても快く応じたからである。
§24.5.7οἱ δὲ περὶ τὸν Ἄτταλον εἰσελθόντες εἰς τὴν σύγκλητον τά τε προϋπάρχοντα φιλάνθρωπα διὰ πλειόνων λόγων ἀνενεώσαντο καὶ τοῦ Φαρνάκου κατηγορήσαντες παρεκάλουν ἐπιστροφήν τινα ποιήσασθαι, διʼ ἧς τεύξεται τῆς ἁρμοζούσης δίκης.
アッタロスとその一行は元老院に入ると、以前からある友好関係を言葉を尽くして新たにし、ファルナケスを告発して、彼が受けるべき相応の罰を被ることになるような、しかるべき介入を行うよう懇願した。
§24.5.8ἡ δὲ σύγκλητος διακούσασα φιλανθρώπως ἀπεκρίθη διότι πέμψει πρεσβευτὰς τοὺς κατὰ πάντα τρόπον λύσοντας τὸν πόλεμον.
元老院は好意的に耳を傾けた後、あらゆる手段を尽くして戦争を終わらせる使節を派遣するつもりである、と回答した。
καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν οὕτως εἶχεν.
イタリアにおける状況はこのようであった。