§24.5.1ὅτι γενομένων συνθηκῶν πρὸς ἀλλήλους Φαρνάκου καὶ Ἀττάλου καὶ τῶν λοιπῶν, ἅπαντες μετὰ τῶν οἰκείων δυνάμεων ἀνεχώρησαν εἰς τὴν οἰκείαν.
[有记载说,]当法尔纳克斯、阿塔罗斯以及其余众人相互达成协议后,所有人便率领各自的军队退回了各自的国土。
§24.5.2Εὐμένης δὲ κατὰ τὸν καιρὸν τοῦτον ἀπολελυμένος τῆς ἀρρωστίας καὶ διατρίβων ἐν Περγάμῳ, παραγενομένου τἀδελφοῦ καὶ διασαφοῦντος περὶ τῶν ᾠκονομημένων, εὐδοκήσας τοῖς γεγονόσιν προέθετο πέμπειν τοὺς ἀδελφοὺς ἅπαντας εἰς τὴν Ῥώμην, §24.5.3ἅμα μὲν ἐλπίζων πέρας ἐπιθήσειν τῷ πρὸς τὸν Φαρνάκην πολέμῳ διὰ τῆς τούτων πρεσβείας, ἅμα δὲ συστῆσαι σπουδάζων τοὺς ἀδελφοὺς τοῖς τʼ ἰδίᾳ φίλοις καὶ ξένοις ὑπάρχουσιν αὐτῶν ἐν τῇ Ῥώμῃ καὶ τῇ συγκλήτῳ κατὰ κοινόν.
此时,欧墨尼斯已从疾病中痊愈并逗留在佩加蒙。 当他的弟弟抵达并详细报告了所达成的一切安排时,欧墨尼斯对这一结果表示满意,并决定派遣所有的兄弟前往罗马,这一方面是希望通过他们的使团为与法尔纳克斯的战争画上句号,另一方面也是急于将兄弟们介绍给他们在罗马的私人朋友、宾客以及整个元老院。
§24.5.4προθύμων δὲ καὶ τῶν περὶ τὸν Ἄτταλον ὑπαρχόντων, ἐγένοντο περὶ τὴν ἐκδημίαν.
由于阿塔罗斯及其随从也十分积极,他们便着手准备动身。
§24.5.5καὶ τούτων παραγενομένων εἰς τὴν Ῥώμην, καὶ κατʼ ἰδίαν μὲν πάντες ἀπεδέχοντο τοὺς νεανίσκους φιλανθρώπως, ἅτε συνήθειαν ἐσχηκότες ἐν ταῖς περὶ τὴν Ἀσίαν στρατείαις, ἔτι δὲ μεγαλομερέστερον ἡ σύγκλητος ἀπεδέξατο τὴν παρουσίαν αὐτῶν·
当他们抵达罗马后,私人方面人人都对这些年轻人表示了热情款待,因为他们在亚洲的战役中已结下交情;而元老院则更显庄重地欢迎了他们的到来。
§24.5.6καὶ γὰρ ξένια καὶ παροχὰς τὰς μεγίστας ἐξέθηκεν αὐτοῖς καὶ πρὸς τὴν ἔντευξιν καλῶς ἀπήντησεν.
因为元老院向他们提供了最丰盛的款待和补给,并在会面时予以了热情的接待。
§24.5.7οἱ δὲ περὶ τὸν Ἄτταλον εἰσελθόντες εἰς τὴν σύγκλητον τά τε προϋπάρχοντα φιλάνθρωπα διὰ πλειόνων λόγων ἀνενεώσαντο καὶ τοῦ Φαρνάκου κατηγορήσαντες παρεκάλουν ἐπιστροφήν τινα ποιήσασθαι, διʼ ἧς τεύξεται τῆς ἁρμοζούσης δίκης.
阿塔罗斯及其随从进入元老院后,用诸多言辞重申了此前便存在的友好关系,并指控了法尔纳克斯,请求元老院予以某种干预,以使他受到应有的惩罚。
§24.5.8ἡ δὲ σύγκλητος διακούσασα φιλανθρώπως ἀπεκρίθη διότι πέμψει πρεσβευτὰς τοὺς κατὰ πάντα τρόπον λύσοντας τὸν πόλεμον.
元老院在亲切听取之后,答复说将派遣使节以一切方式平息战争。
καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν οὕτως εἶχεν.
意大利方面的局势便是如此。