§24.15.1καταπολεμεῖν.
打ち負かすこと。
παραγενομένων δὲ τῶν πρέσβεων καὶ παρακαλούντων λύειν τὸν πόλεμον, ἔφασαν μὲν οἱ περὶ τὸν Εὐμένη καὶ τὸν Ἀριαράθην ἕτοιμοι πρὸς πᾶν εἶναι τὸ παρακαλούμενον, §24.15.2ἠξίουν δὲ τοὺς Ῥωμαίους, εἰ μέν ἐστι δυνατόν, εἰς σύλλογον αὐτοὺς συναγαγεῖν πρὸς τὸν Φαρνάκην, ἵνα κατὰ πρόσωπον λεγομένων τῶν λόγων ἴδωσι τὴν ἀθεσίαν αὐτοῦ καὶ τὴν ὠμότητα διὰ πλειόνων·
使節たちが到着し、戦争を終わらせるよう求めたとき、エウメネスとアリアラテスの一行は、求められるすべてのことに応じる用意があると述べたが、もし可能であれば、自分たちをファルナケスとの会合に集まらせて、直接言葉を交わす中で、彼の不信と残虐さをより詳しく見極められるようにすることをローマ人に求めた。
§24.15.3εἰ δὲ μὴ τοῦτʼ εἴη δυνατόν, αὐτοὺς γενέσθαι κριτὰς τῶν πραγμάτων ἴσους καὶ δικαίους.
また、もしそれが不可能であれば、ローマ人自身が事態の公平で正しい裁判官となることを求めた。
§24.15.4τῶν δὲ πρεσβευτῶν ἀναδεχομένων πάντα τὰ δυνατὰ καὶ καλῶς ἔχοντα ποιήσειν, ἀξιούντων δὲ τὴν στρατιὰν ἀπάγειν ἐκ τῆς χώρας·
使節たちは、可能なこと、また正当なことはすべて行うと引き受ける一方で、軍隊をその土地から撤退させるよう要求した。
§24.15.5ἄτοπον γὰρ εἶναι παρόντων πρέσβεων καὶ λόγους ποιουμένων ὑπὲρ διαλύσεων, ἅμα παρεῖναι τὰ τοῦ πολέμου καὶ κακοποιεῖν ἀλλήλους·
というのも、使節たちがその場にいて和解のための話し合いを行っているときに、同時に戦争の諸活動が存在し、互いに危害を加え合うのは不条理だからである、と述べたからである。
§24.15.6συνεχώρησαν οἱ περὶ τὸν Εὐμένη, καὶ τῇ κατὰ πόδας εὐθέως ἀναζεύξαντες οὗτοι προῆγον ὡς ἐπὶ Γαλατίας.
エウメネスの一行はこれに同意し、ただちに移動を開始して、ガラティアの方へと進んだ。
§24.15.7οἱ δὲ Ῥωμαῖοι πρὸς τὸν Φαρνάκην συμμίξαντες πρῶτον μὲν ἠξίουν αὐτὸν εἰς λόγους ἐλθεῖν τοῖς περὶ τὸν Εὐμένη·
ローマ人たちはファルナケスに合流すると、まず第一に、エウメネスの一行と話し合いの席につくことを彼に求めた。
μάλιστα γὰρ ἂν οὕτω τυχεῖν τὰ πράγματα διεξαγωγῆς.
そのようにしてこそ、事態が最もよく解決に至るからである。
§24.15.8τοῦ δὲ πρὸς τοῦτο τὸ μέρος ἀντιβαίνοντος καὶ τέλος ἀπειπαμένου, δῆλον μὲν εὐθέως ἦν τοῦτο καὶ Ῥωμαίοις ὅτι καταγινώσκει προφανῶς ἑαυτοῦ καὶ διαπιστεῖ τοῖς σφετέροις πράγμασι·
しかし、彼がこの提案に反対し、最終的に拒絶したため、彼が明らかに自らの非を認め、自分自身の立場に自信を失っていることは、ローマ人にとってもすぐに明らかになった。
§24.15.9πάντῃ δὲ πάντως βουλόμενοι λῦσαι τὸν πόλεμον προσεκαρτέρουν, ἕως οὗ συνεχώρησε πέμψειν αὐτοκράτορας ἐπὶ τὸν Πέργαμον κατὰ θάλατταν τοὺς συνθησομένους τὴν εἰρήνην, ἐφʼ οἷς ἂν οἱ πρεσβευταὶ κελεύσωσιν.
それでも、どうしても戦争を終わらせることを望んでいた彼らは粘り強く交渉を続け、ついに、使節たちが命じる条件で平和条約を結ぶための全権使節を、海路でペルガモンに派遣することに彼が同意するまでになった。
§24.15.10ἀφικομένων δὲ τῶν πρέσβεων, καὶ συνελθόντων ὁμοῦ τῶν τε Ῥωμαίων καὶ τῶν περὶ Εὐμένη, καὶ τούτων μὲν εἰς ἅπαν ἑτοίμως συγκαταβαινόντων χάριν τοῦ συντελεσθῆναι τὴν εἰρήνην, §24.15.11τῶν δὲ παρὰ τοῦ Φαρνάκου πρὸς πᾶν διαφερομένων καὶ τοῖς ὁμολογηθεῖσιν οὐκ ἐμμενόντων, ἀλλʼ αἰεί τι προσεπιζητούντων καὶ μεταμελομένων, ταχέως τοῖς Ῥωμαίοις ἐγένετο δῆλον ὅτι ματαιοπονοῦσιν.
使節たちが到着し、ローマ人とエウメネスの一行がともに集まり、後者(エウメネスたち)は平和を成立させるためにあらゆることに喜んで同意したのに対し、ファルナケスからの使節たちはすべての点において異議を唱え、合意されたことに従わず、常に何かをさらに要求し、前言を翻したため、ローマ人には自分たちが無駄な骨折りをしていることがすぐに明らかになった。
οὐ γὰρ οἷος τʼ ἦν συγκαταβαίνειν ὁ Φαρνάκης εἰς τὰς διαλύσεις.
ファルナケスは和解に同意するような人物ではなかったからである。
§24.15.12ὅθεν ἀπράκτου γενομένης τῆς κοινολογίας, καὶ τῶν Ῥωμαίων ἀπαλλαγέντων ἐκ τοῦ Περγάμου, καὶ τῶν παρὰ τοῦ Φαρνάκου πρέσβεων ἀπολυθέντων εἰς τὴν οἰκείαν, ὁ μὲν πόλεμος ἐγεγένητο κατάμονος, οἱ δὲ περὶ τὸν Εὐμένη πάλιν ἐγίνοντο περὶ τὰς εἰς τοῦτον παρασκευάς.
そのため、話し合いは成果なしに終わり、ローマ人たちはペルガモンから立ち去り、ファルナケスの使節たちも自国へと帰された。 こうして戦争は継続することになり、エウメネスの一行は再びこの戦争の準備に取りかかった。
§24.15.13ἐν ᾧ καιρῷ τῶν Ῥοδίων ἐπισπασαμένων τὸν Εὐμένη [καὶ] φιλοτίμως, οὗτος μὲν ἐξώρμησε μετὰ πολλῆς σπουδῆς, πράξων τὰ κατὰ τοὺς Λυκίους
このとき、ロドス人たちがエウメネスを熱心に招いたので、彼はリキア人に関する事柄を処理するために、多大な熱意を以て出発した。