Humanitext Reader

波利比奥斯 · 历史 §24.15.1-24.15.13

罗马调解破裂与法尔纳克斯战争的持续

第 1064 段,共 1311 段 · 希腊语

内容简介

尽管罗马使节试图调解和平,但由于法尔纳克斯坚持拒绝妥协,谈判最终破裂,战争得以继续。欧墨尼斯随后应罗德斯人的邀请前往吕基亚。

§24.15.1καταπολεμεῖν.
并彻底击败他。
παραγενομένων δὲ τῶν πρέσβεων καὶ παρακαλούντων λύειν τὸν πόλεμον, ἔφασαν μὲν οἱ περὶ τὸν Εὐμένη καὶ τὸν Ἀριαράθην ἕτοιμοι πρὸς πᾶν εἶναι τὸ παρακαλούμενον, §24.15.2ἠξίουν δὲ τοὺς Ῥωμαίους, εἰ μέν ἐστι δυνατόν, εἰς σύλλογον αὐτοὺς συναγαγεῖν πρὸς τὸν Φαρνάκην, ἵνα κατὰ πρόσωπον λεγομένων τῶν λόγων ἴδωσι τὴν ἀθεσίαν αὐτοῦ καὶ τὴν ὠμότητα διὰ πλειόνων· §24.15.3εἰ δὲ μὴ τοῦτʼ εἴη δυνατόν, αὐτοὺς γενέσθαι κριτὰς τῶν πραγμάτων ἴσους καὶ δικαίους.
当使节们抵达并劝告他们结束战争时,欧墨尼斯和阿里亚拉塞斯及其随从表示,他们准备好接受一切所劝告的事,但他们请求罗马人,如果可能的话,让他们与法尔纳克斯一同举行会谈,以便在面对面交谈中,能更详细地看清他的背信弃义和残暴;如果这不可能,则请求罗马人自己成为对这些事务公正而公平的裁判。
§24.15.4τῶν δὲ πρεσβευτῶν ἀναδεχομένων πάντα τὰ δυνατὰ καὶ καλῶς ἔχοντα ποιήσειν, ἀξιούντων δὲ τὴν στρατιὰν ἀπάγειν ἐκ τῆς χώρας· §24.15.5ἄτοπον γὰρ εἶναι παρόντων πρέσβεων καὶ λόγους ποιουμένων ὑπὲρ διαλύσεων, ἅμα παρεῖναι τὰ τοῦ πολέμου καὶ κακοποιεῖν ἀλλήλους· §24.15.6συνεχώρησαν οἱ περὶ τὸν Εὐμένη, καὶ τῇ κατὰ πόδας εὐθέως ἀναζεύξαντες οὗτοι προῆγον ὡς ἐπὶ Γαλατίας.
当使节们承诺将尽一切可能且妥当的努力,但同时要求他们将军队撤出该地区时;因为使节们认为,在使节在场并为和解进行讨论的同时,战争的行动也并存并互相伤害,这是荒谬的;欧墨尼斯及其随从同意了,并立刻拔营,向着加拉提亚的方向进军。
§24.15.7οἱ δὲ Ῥωμαῖοι πρὸς τὸν Φαρνάκην συμμίξαντες πρῶτον μὲν ἠξίουν αὐτὸν εἰς λόγους ἐλθεῖν τοῖς περὶ τὸν Εὐμένη· μάλιστα γὰρ ἂν οὕτω τυχεῖν τὰ πράγματα διεξαγωγῆς.
罗马人与法尔纳克斯会面后,首先请求他与欧墨尼斯及其随从进行会谈;因为他们认为,特别是在这种情况下,事情最能得到解决。
§24.15.8τοῦ δὲ πρὸς τοῦτο τὸ μέρος ἀντιβαίνοντος καὶ τέλος ἀπειπαμένου, δῆλον μὲν εὐθέως ἦν τοῦτο καὶ Ῥωμαίοις ὅτι καταγινώσκει προφανῶς ἑαυτοῦ καὶ διαπιστεῖ τοῖς σφετέροις πράγμασι· §24.15.9πάντῃ δὲ πάντως βουλόμενοι λῦσαι τὸν πόλεμον προσεκαρτέρουν, ἕως οὗ συνεχώρησε πέμψειν αὐτοκράτορας ἐπὶ τὸν Πέργαμον κατὰ θάλατταν τοὺς συνθησομένους τὴν εἰρήνην, ἐφʼ οἷς ἂν οἱ πρεσβευταὶ κελεύσωσιν.
但当他反对这一做法并最终拒绝时,罗马人也立刻清楚地看到,他显然在谴责自己,并且对自己的立场失去信心;然而,由于无论如何都想结束战争,他们坚持不懈,直到他同意通过海路向帕加马派遣拥有全权代表的使者,按照使节们所要求的条件来缔结和平。
§24.15.10ἀφικομένων δὲ τῶν πρέσβεων, καὶ συνελθόντων ὁμοῦ τῶν τε Ῥωμαίων καὶ τῶν περὶ Εὐμένη, καὶ τούτων μὲν εἰς ἅπαν ἑτοίμως συγκαταβαινόντων χάριν τοῦ συντελεσθῆναι τὴν εἰρήνην, §24.15.11τῶν δὲ παρὰ τοῦ Φαρνάκου πρὸς πᾶν διαφερομένων καὶ τοῖς ὁμολογηθεῖσιν οὐκ ἐμμενόντων, ἀλλʼ αἰεί τι προσεπιζητούντων καὶ μεταμελομένων, ταχέως τοῖς Ῥωμαίοις ἐγένετο δῆλον ὅτι ματαιοπονοῦσιν.
当使节们抵达,罗马人与欧墨尼斯的随从聚集在一起,而后者为了达成和平而乐意妥协一切时,法尔纳克斯的使者们却在每一个点上都持异议,不遵守已商定的事情,而是总是提出进一步的要求并反悔,罗马人很快就明白他们是在徒劳无功。
οὐ γὰρ οἷος τʼ ἦν συγκαταβαίνειν ὁ Φαρνάκης εἰς τὰς διαλύσεις.
因为法尔纳克斯并不是一个能妥协达成和解的人。
§24.15.12ὅθεν ἀπράκτου γενομένης τῆς κοινολογίας, καὶ τῶν Ῥωμαίων ἀπαλλαγέντων ἐκ τοῦ Περγάμου, καὶ τῶν παρὰ τοῦ Φαρνάκου πρέσβεων ἀπολυθέντων εἰς τὴν οἰκείαν, ὁ μὲν πόλεμος ἐγεγένητο κατάμονος, οἱ δὲ περὶ τὸν Εὐμένη πάλιν ἐγίνοντο περὶ τὰς εἰς τοῦτον παρασκευάς.
于是,会谈无果而终,罗马人离开了帕加马,法尔纳克斯的使者们也被遣返回国,战争依然持续,而欧墨尼斯及其随从再次致力于为此作准备。
§24.15.13ἐν ᾧ καιρῷ τῶν Ῥοδίων ἐπισπασαμένων τὸν Εὐμένη [καὶ] φιλοτίμως, οὗτος μὲν ἐξώρμησε μετὰ πολλῆς σπουδῆς, πράξων τὰ κατὰ τοὺς Λυκίους
在这个时候,由于罗德斯人热切地邀请欧墨尼斯,他怀着极大的热忱出发,前去处理有关吕基亚人的事务。

词汇与语法注释

  1. §24.15.1καταπολεμεῖν — 接前章末尾的 δυνατός ἐστι τὸν Φαρνάκην ἀμύνασθαι καὶ(有能力击退并……),该不定式承接了前一章的内容。
  2. §24.15.2ἴδωσι — 目的从句中的虚拟语气第三人称复数形式。其主语最适合理解为前述的 τοὺς Ῥωμαίους(罗马人),这符合向罗马人揭露法尔纳克斯背信行为的语境。
  3. §24.15.3αὐτοὺς γενέσθαι — 带对格的不定式结构。对格主语 αὐτούς 指代的是罗马人(τοὺς Ῥωμαίους),而非欧墨尼斯等人,表示请求“罗马人自己成为裁判”。
  4. §24.15.5ἄτοπον γὰρ εἶναι — 间接引语中的不定式。在传达使节们主张的 γάρ 从句中,无人称的 ἄτοπόν ἐστι 转换为不定式 εἶναι。

引用这一段

波利比奥斯, 历史 §24.15.1-24.15.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:24.15.1-24.15.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。