Humanitext Reader

ポリュビオス · 歴史 §24.10.1-24.10.15

ローマの親ローマ派優遇とカリクラテスの将軍就任

1059 / 1311 箇所 · ギリシア語

要旨

カッリクラテスと亡命者たちの主張を聞いたローマ元老院は、親ローマ派の保護と反発派の抑制という方針を固め、アカイア同盟の衰退を招く。カッリクラテスは帰国後、欺瞞的な手段で将軍に選出され、亡命者たちを帰還させる。

§24.10.1ὁ μὲν οὖν Καλλικράτης ταῦτα καὶ τοιαῦτʼ εἰπὼν ἀπῆλθεν.
カッリクラテスはこれらおよびこのようなことを語って退場した。
§24.10.2οἱ φυγάδες δʼ ἐπεισελθόντες καὶ βραχέα περὶ αὑτῶν διδάξαντες καί τινα τῶν πρὸς τὸν κοινὸν ἔλεον εἰπόντες ἀνεχώρησαν.
亡命者たちは入れ替わって入り、自分たちのことについて手短に説明し、一般的な同情を誘うようなことをいくつか語って退場した。
§24.10.3ἡ δὲ σύγκλητος δόξασα τὸν Καλλικράτην λέγειν τι τῶν αὐτῇ συμφερόντων καὶ διδαχθεῖσα διότι δεῖ τοὺς μὲν τοῖς αὐτῆς δόγμασιν συνηγοροῦντας αὔξειν, τοὺς δʼ ἀντιλέγοντας ταπεινοῦν, §24.10.4οὕτως καὶ τότε πρῶτον ἐπεβάλετο τοὺς μὲν κατὰ τὸ βέλτιστον ἱσταμένους ἐν τοῖς ἰδίοις πολιτεύμασιν ἐλαττοῦν, τοὺς δὲ καὶ δικαίως καὶ ἀδίκως §24.10.5προστρέχοντας αὐτῇ σωματοποιεῖν.
元老院は、カッリクラテスが自らにとって利益になることを言っていると判断し、また、自らの決定を支持する者たちを増強し、反対する者たちを貶めるべきであるという教訓を得たので、このように、そしてその時初めて、自国の国政において最善の立場に立っている者たちを不利な立場に追いやり、一方で正当であろうと不当であろうと自分たちにすり寄ってくる者たちを引き立てることに着手した。
ἐξ ὧν αὐτῇ συνέβη κατὰ βραχύ, τοῦ χρόνου προβαίνοντος, κολάκων μὲν εὐπορεῖν, φίλων δὲ σπανίζειν ἀληθινῶν.
このことから、時が経つにつれて、彼らにはおもねる者たちには事欠かないが、真の友は不足する、という結果が徐々に生じることになった。
§24.10.6οὐ μὴν ἀλλὰ τότε περὶ μὲν τῆς καθόδου τῶν φυγάδων οὐ μόνον τοῖς Ἀχαιοῖς ἔγραψε, παρακαλοῦσα συνεπισχύειν, ἀλλὰ καὶ τοῖς Αἰτωλοῖς καὶ τοῖς Ἠπειρώταις, σὺν δὲ τούτοις Ἀθηναίοις, Βοιωτοῖς, Ἀκαρνᾶσιν, πάντας ὡσανεὶ προσδιαμαρτυρομένη χάριν τοῦ συντρῖψαι τοὺς Ἀχαιούς.
それはともかく、その時、亡命者たちの帰還について、アカイア人に協力を促す手紙を書いただけでなく、アイトリア人やエペイロス人、さらにはアテナイ人、ボイオティア人、アカルナニア人にも書き、アカイア人を叩き潰すために、いわば全員に対して重ねて要請した。
§24.10.7περὶ δὲ τοῦ Καλλικράτους αὐτοῦ κατʼ ἰδίαν παρασιωπήσασα τοὺς συμπρεσβευτὰς κατέταξεν εἰς τὴν ἀπόκρισιν διότι δεῖ τοιούτους ὑπάρχειν ἐν τοῖς πολιτεύμασιν ἄνδρας οἷός ἐστι Καλλικράτης.
カッリクラテス自身については、彼の同僚の使節たちには個人的に何も言わずに沈黙していたが、公式の回答の中に「諸国家の政界にはカッリクラテスのような人物が存在するべきである」という文言を挿入した。
§24.10.8ὁ δὲ προειρημένος ἔχων τὰς ἀποκρίσεις ταύτας παρῆν εἰς τὴν Ἑλλάδα περιχαρής, οὐκ εἰδὼς ὅτι μεγάλων κακῶν ἀρχηγὸς γέγονε πᾶσι μὲν τοῖς Ἕλλησι, μάλιστα δὲ τοῖς Ἀχαιοῖς.
前述の彼は、これらの回答を携えて大喜びでギリシアに到着したが、自分がすべてのギリシア人にとって、とりわけアカイア人にとって、大きな災厄の張本人となったことを知らなかった。
§24.10.9ἔτι γὰρ τούτοις ἐξῆν καὶ κατʼ ἐκείνους τοὺς χρόνους κατὰ ποσὸν ἰσολογίαν ἔχειν πρὸς Ῥωμαίους διὰ τὸ τετηρηκέναι τὴν πίστιν ἐν τοῖς ἐπιφανεστάτοις καιροῖς, ἐξ οὗ τὰ Ῥωμαίων εἵλοντο, λέγω δὲ τοῖς κατὰ Φίλιππον καὶ Ἀντίοχον,
なぜなら、彼らは当時においてさえ、ローマの側を選択して以来の最も際立った局面、すなわちフィリッポスやアンティオコスの時代の局面において信義を守り通したことによって、ローマ人に対してある程度は対等に発言する権利を保持することが依然として可能であったからである。
§24.10.10οὕτω δὲ τοῦ τῶν Ἀχαιῶν ἔθνους ηὐξημένου καὶ προκοπὴν εἰληφότος κατὰ τὸ βέλτιστον ἀφʼ ὧν ἡμεῖς ἱστοροῦμεν χρόνων, αὕτη πάλιν ἀρχὴ τῆς ἐπὶ τὸ χεῖρον ἐγένετο μεταβολῆς, τὸ Καλλικράτους θράσος
このように、アカイア人の同盟が、我々の記述する時代から最善の形へと増大し進歩を遂げていたにもかかわらず、これが再び悪化への変化の始まりとなった。 すなわち、カッリクラテスの無謀さがそれを招いたのである。
§24.10.11Ῥωμαῖοι ὄντες ἄνθρωποι καὶ ψυχῇ χρώμενοι λαμπρᾷ καὶ προαιρέσει καλῇ πάντας μὲν ἐλεοῦσι τοὺς ἐπταικότας καὶ πᾶσι πειρῶνται χαρίζεσθαι τοῖς καταφεύγουσιν ὡς αὐτούς·
ローマ人は人間であり、高潔な精神と優れた意志を持っているので、躓いた者すべてを憐れみ、彼らのもとに避難してくる者すべてに恵みを施そうと努める。
§24.10.12ὅταν μέντοι γέ τις ὑπέμνησε τῶν δικαίων, τετηρηκὼς τὴν πίστιν, ἀνατρέχουσι καὶ διορθοῦνται σφᾶς αὐτοὺς κατὰ δύναμιν ἐν τοῖς πλείστοις.
しかしながら、信義を守り通した上で、誰かが正当な権利を彼らに思い起こさせるならば、彼らは立ち戻り、ほとんどの場合において、できる限り自らを正すのである。
§24.10.13ὁ δὲ Καλλικράτης πρεσβεύσας κατὰ τοὺς ἐνεστῶτας καιροὺς εἰς τὴν Ῥώμην χάριν τοῦ λέγειν τὰ δίκαια περὶ τῶν Ἀχαιῶν, χρησάμενος κατὰ τοὐναντίον τοῖς πράγμασιν καὶ συνεπισπασάμενος τὰ κατὰ Μεσσηνίους, ὑπὲρ ὧν οὐδʼ ἐνεκάλουν Ῥωμαῖοι, παρῆν εἰς Ἀχαΐαν προσανατεινόμενος τὸν ἀπὸ Ῥωμαίων φόβον·
しかしカッリクラテスは、当時においてアカイア人のために正当な言い分を述べるためにローマへと使節として赴いたにもかかわらず、事態をそれとは全く逆の方向に扱い、ローマ人が非難さえしてい難かったメッセニア人の件までも引きずり出し、アカイアに戻ってくると、ローマ人への恐怖を突きつけて脅しをかけた。
§24.10.14καὶ διὰ τὴν ἀποπρεσβείαν καταπληξάμενος καὶ συντρίψας τοὺς ὄχλους διὰ τὸ μηδὲν εἰδέναι τῶν ὑπʼ αὐτοῦ κατʼ ἀλήθειαν εἰρημένων ἐν τῇ συγκλήτῳ τοὺς πολλούς, πρῶτον μὲν ᾑρέθη στρατηγός, πρὸς τοῖς ἄλλοις κακοῖς καὶ δωροδοκηθείς,
そして、この誤った使節の役割によって民衆を威圧し圧倒し、元老院で彼が実際に何を語ったかを多くの者が何も知らなかったために、他の悪行に加えて賄賂を受け取っていながら、まず将軍に選出された。
§24.10.15ἑξῆς δὲ τούτοις παραλαβὼν τὴν ἀρχὴν κατῆγε τοὺς ἐκ τῆς Λακεδαίμονος καὶ τοὺς ἐκ τῆς Μεσσήνης φυγάδας.
そしてこれに続いて、政権を握ると、ラケダイモンおよびメッセネからの亡命者たちを帰還させた。

語釈・文法注

  1. §24.10.4ἐπεβάλετο — 動詞 ἐπεβάλετο(〜を企てた、〜に着手した)は、直後の ἐλαττοῦν(貶める)と §24.10.5 の σωματεῖν(引き立てる)という二つの相補的不定詞を目的語として従えている。
  2. §24.10.10τὸ Καλλικράτους θράσος — 文法的には破格(アナコルタス)であり、直前の αὕτη(これ)と同格、または文の論理的主語として機能している。アカイア同盟の凋落をもたらした原因が「カッリクラテスの無謀さ」であることを強調するために主格で置かれている。

この箇所を引用する

ポリュビオス, 歴史 §24.10.1-24.10.15. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:24.10.1-24.10.15

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。