Humanitext Reader

波利比奥斯 · 历史 §23.16.1-23.16.13

莱科塔斯降服麦塞尼亚与议和条件

第 1047 段,共 1311 段 · 希腊语

内容简介

亚该亚同盟将军莱科塔斯制服了麦塞尼亚人,并提出了严苛的和解条件,包括交出叛乱及杀害菲洛皮门的元凶。麦塞尼亚人一致接受了条件,城塞被接管,而直接参与杀害菲洛皮门的人则被勒令自尽。

§23.16.1ὅτι ὁ Λυκόρτας ὁ τῶν Ἀχαιῶν στρατηγὸς τοὺς Μεσσηνίους καταπληξάμενος τῷ πολέμῳ
关于亚该亚人的将军莱科塔斯在战争中使麦塞尼亚人陷入恐慌一事。
§23.16.2πάλαι μὲν οἱ Μεσσήνιοι καταπεπληγμένοι τὸν πρὸ τοῦ χρόνον τοὺς προεστῶτας, τότε μόλις ἐθάρρησάν τινες αὐτῶν φωνὴν ἀφιέναι, πιστεύσαντες τῇ τῶν πολεμίων ἐφεδρείᾳ, καὶ λέγειν ὅτι δεῖ πρεσβεύειν ὑπὲρ διαλύσεως.
麦塞尼亚人在此前一段时间里一直对首领们心存畏惧,但此时他们中的一些人终于鼓起勇气发声,他们寄希望于敌军的后盾,并表示应当派使节去进行和解。
§23.16.3οἱ μὲν οὖν περὶ τὸν Δεινοκράτην οὐκέτι δυνάμενοι πρὸς τὸ πλῆθος ἀντοφθαλμεῖν διὰ τὸ περιέχεσθαι τοῖς πράγμασιν εἴξαντες ἀνεχώρησαν εἰς τὰς ἰδίας οἰκήσεις.
于是,戴诺克拉底一派的人由于被事态所困,无法再面对群众,便屈服并退回了各自的家中。
§23.16.4οἱ δὲ πολλοὶ παρακληθέντες ὑπό τε τῶν πρεσβυτέρων καὶ μάλιστα τῶν ἐκ Βοιωτίας πρεσβευτῶν, §23.16.5οἳ πρότερον ἤδη παραγεγονότες ἐπὶ τὰς διαλύσεις, Ἐπαίνετος καὶ Ἀπολλόδωρος, εὐκαίρως τότε παρέτυχον ἐν τῇ Μεσσήνῃ, ταχέως ἐπακολουθήσαντες ἐπὶ τὰς διαλύσεις οἱ Μεσσήνιοι κατέστησαν πρεσβευτὰς καὶ τούτους ἐξέπεμψαν, δεόμενοι τυχεῖν συγγνώμης ἐπὶ τοῖς ἡμαρτημένοις.
而大多数人则在长老们,尤其是来自波奥蒂亚的使节们的鼓励下, ――这些使节,即先前已为和解而来的埃派内托斯和阿波罗多洛斯,当时正好在麦塞内――麦塞尼亚人迅速遵循和解程序,任命并派遣了使节,请求对他们所犯的过错予以宽恕。
§23.16.6ὁ δὲ στρατηγὸς τῶν Ἀχαιῶν παραλαβὼν τοὺς συνάρχοντας καὶ διακούσας τῶν παραγεγονότων μίαν ἔφη Μεσσηνίοις πρὸς τὸ ἔθνος εἶναι διάλυσιν, §23.16.7ἐὰν μὲν τοὺς αἰτίους τῆς ἀποστάσεως καὶ τῆς Φιλοποίμενος ἀναιρέσεως ἤδη παραδῶσιν αὐτῷ, περὶ δὲ τῶν ἄλλων ἁπάντων ἐπιτροπὴν δῶσιν τοῖς Ἀχαιοῖς, εἰς δὲ τὴν ἄκραν εἰσδέξωνται παραχρῆμα φυλακήν.
亚该亚人的将军召集了他的同僚,并在听取了来使的陈述后表示,麦塞尼亚人与联邦之间只有一种和解方式:即如果他们立即向他交出叛乱和杀害菲洛皮门的罪魁祸首,并将其他所有事务的决定权交给亚该亚人,且立即允许守军进入城塞。
§23.16.8ἀναγγελθέντων δὲ τούτων εἰς τοὺς ὄχλους, οἱ μὲν πάλαι πικρῶς διακείμενοι πρὸς τοὺς αἰτίους τοῦ πολέμου πρόθυμοι τούτους ἦσαν ἐκδιδόναι καὶ συλλαμβάνειν, οἱ δὲ πεπεισμένοι μηδὲν πείσεσθαι δεινὸν ὑπὸ τῶν Ἀχαιῶν ἑτοίμως συγκατέβαινον εἰς τὴν ὑπὲρ τῶν ὅλων ἐπιτροπήν.
当这些条件向群众宣布时,那些早已对战争元凶深恶痛绝的人急于交出并逮捕他们,而那些确信自己不会受到亚该亚人严厉惩罚的人,则欣然同意将一切事务交付委任。
§23.16.9τὸ δὲ συνέχον, οὐκ ἔχοντες αἵρεσιν περὶ τῶν παρόντων ὁμοθυμαδὸν ἐδέξαντο τὰ προτεινόμενα.
要之,由于在当前形势下别无选择,他们一致接受了所提出的条件。
§23.16.10τὴν μὲν οὖν ἄκραν εὐθέως παραλαβὼν ὁ στρατηγὸς τοὺς πελταστὰς εἰς αὐτὴν παρήγαγεν,
于是,将军立即接管了城塞,并将轻盾兵引入其中。
§23.16.11μετὰ δὲ ταῦτα προσλαβὼν τοὺς ἐπιτηδείους ἐκ τοῦ στρατοπέδου παρῆλθεν εἰς τὴν πόλιν καὶ συναγαγὼν τοὺς ὄχλους παρεκάλεσε τὰ πρέποντα τοῖς ἐνεστῶσι καιροῖς, ἐπαγγελλόμενος ἀμεταμέλητον αὐτοῖς ἔσεσθαι τὴν πίστιν.
此后,他带着军营中的亲信进入城内,集会群众,用适合当前局势的话语勉励他们,并保证他们的忠诚绝不会让他们后悔。
§23.16.12τῆς μὲν οὖν ὑπὲρ τῶν ὅλων διαλήψεως τὴν ἀναφορὰν ἐπὶ τὸ ἔθνος ἐποιήσατο — καὶ γὰρ ὥσπερ ἐπίτηδες συνέβαινε τότε πάλιν συνάγεσθαι τοὺς Ἀχαιοὺς εἰς Μεγάλην πόλιν ἐπὶ τὴν δευτέραν σύνοδον — §23.16.13τῶν δʼ ἐν ταῖς αἰτίαις ὅσοι μὲν μετέσχον τοῦ παρʼ αὐτὸν τὸν καιρὸν ἐπανελέσθαι τὸν Φιλοποίμενα, τούτοις ἐπέταξε παραχρῆμα πάντας αὐτοὺς ἐξάγειν ἐκ τοῦ ζῆν —
至于对整个事件的裁决,他将其提交给联邦——因为正巧,当时亚该亚人再次聚集在梅加洛波利斯举行第二次大会—— 而在被指控的人中,凡是参与了当时杀害菲洛皮门的人,他都命令他们所有人立即自尽。

词汇与语法注释

  1. 23.16.2καταπεπληγμένοι τὸν πρὸ τοῦ χρόνον τοὺς προεστῶτας — 分词 καταπεπληγμένοι(καταπλήσσω 的完美被动式)在此具有主动或中动态含义(表示“畏惧、害怕”),并直接支配宾格的 τοὺς προεστῶτας(首领们)。
  2. 23.16.2καὶ λέγειν — 不定式 λέγειν 依赖于前面的主动词 ἐθάρρησαν,并与 φωνὴν ἀφιέναι 并列,表示“他们敢于发声并说道”。
  3. 23.16.11ἀμεταμέλητον αὐτοῖς ἔσεσθαι τὴν πίστιν — 这是一个由 ἐπαγγελλόμενος 支配的带对格的不定式结构。αὐτοῖς 是利益与格,表示“他们的忠诚(τὴν πίστιν)对他们而言将是不会后悔的(即会得到回报的)”。
  4. 23.16.13ἐξάγειν ἐκ τοῦ ζῆν — 字面意思是“带出生存”,这是古典希腊语中表示“自尽”或被强迫自杀的一种常用委婉语。

引用这一段

波利比奥斯, 历史 §23.16.1-23.16.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:23.16.1-23.16.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。