§22.3.1ὅτι μετὰ τὴν ἐν τῷ Κομπασίῳ τῶν ἀνθρώπων ἐπαναίρεσιν δυσαρεστήσαντές τινες τῶν ἐν τῇ Λακεδαίμονι τοῖς γεγονόσι καὶ νομίσαντες ὑπὸ τοῦ Φιλοποίμενος ἅμα τὴν δύναμιν καὶ τὴν προστασίαν καταλελύσθαι τὴν Λακεδαιμονίων, ἐλθόντες εἰς Ῥώμην κατηγορίαν ἐποιήσαντο τῶν διῳκημένων καὶ τοῦ Φιλοποίμενος.
[〜ということ。 ]コンパシオンにおける人々の殺害の後、ラケダイモンの者たちのうち何人かが生じた事態に不満を抱き、フィロポイメンによってラケダイモン人たちの力と支配がともに打ち砕かれたと考えて、ローマに赴き、なされた処置とフィロポイメンに対する告訴を行った。
§22.3.2καὶ τέλος ἐξεπορίσαντο γράμματα πρὸς τοὺς Ἀχαιοὺς παρὰ Μάρκου Λεπέδου τοῦ μετὰ ταῦτα γενηθέντος ἀρχιερέως, τότε δὲ τὴν ὕπατον ἀρχὴν εἰληφότος·
そして最後には、のちに大神官となり、当時は執政官の職に就いていたマルクス・レピドゥスから、アカイア人たちに宛てた書簡を手に入れた。
§22.3.3ὃς ἔγραφε τοῖς Ἀχαιοῖς, φάσκων οὐκ ὀρθῶς αὐτοὺς κεχειρικέναι τὰ κατὰ τοὺς Λακεδαιμονίους. ὧν πρεσβευόντων,
彼はアカイア人たちに対し、彼らがラケダイモン人たちに関する事柄を正しく処理していないと主張して、書簡を寄せていた。
§22.3.4εὐθέως ὁ Φιλοποίμην πρεσβευτὰς καταστήσας τοὺς περὶ Νικόδημον τὸν Ἠλεῖον ἐξέπεμψεν εἰς τὴν Ῥώμην.
彼らが使節を務めていたところ、フィロポイメンは直ちにエリス人ニコデモスらを使節に任命し、ローマへと派遣した。
§22.3.5κατὰ δὲ τὸν καιρὸν τοῦτον ἧκε καὶ παρὰ Πτολεμαίου πρεσβευτὴς Δημήτριος Ἀθηναῖος, ἀνανεωσόμενος τὴν προϋπάρχουσαν συμμαχίαν τῷ βασιλεῖ πρὸς τὸ ἔθνος τῶν Ἀχαιῶν.
またこの時期に、プトレマイオス王のもとからもアテナイ人の使節デメトリオスが到来した。 これは、王とアカイア人の部族連邦との間にあらかじめ存在していた同盟を更新するためであった。
§22.3.6ὧν προθύμως ἀναδεξαμένων τὴν ἀνανέωσιν, κατεστάθησαν πρεσβευταὶ πρὸς Πτολεμαῖον Λυκόρτας ὁ παρʼ ἡμῶν πατὴρ καὶ Θεοδωρίδας καὶ Ῥωσιτέλης Σικυώνιοι χάριν τοῦ δοῦναι τοὺς ὅρκους ὑπὲρ τῶν Ἀχαιῶν καὶ λαβεῖν παρὰ τοῦ βασιλέως.
アカイア人たちがこの更新を快く受け入れたので、アカイア人たちに代わって誓いを与え、また王から誓いを受け取るために、我らの父リュコルタス、およびシキュオン出身のテオドリダスとロシテレスがプトレマイオスへの使節に任命された。
§22.3.7ἐγενήθη δέ τι κατὰ τὸν καιρὸν τοῦτον πάρεργον μὲν ἴσως, ἄξιον δὲ μνήμης.
またこの時期に、おそらくは余談にすぎないが、記憶に値することが起こった。
μετὰ γὰρ τὸ συντελεσθῆναι τὴν ἀνανέωσιν τῆς συμμαχίας, ὑπὲρ τῶν Ἀχαιῶν ὑπεδέξατο τὸν πρεσβευτὴν ὁ Φιλοποίμην·
同盟の更新が完了した後、フィロポイメンがアカイア人たちを代表してその使節をもてなしたのである。
§22.3.8γενομένης δὲ παρὰ τὴν συνουσίαν μνήμης τοῦ βασιλέως, ἐπιβαλὼν ὁ πρεσβευτὴς πολλούς τινας διετίθετο λόγους ἐγκωμιάζων τὸν Πτολεμαῖον καί τινας ἀποδείξεις προεφέρετο τῆς τε περὶ τὰς κυνηγίας εὐχερείας καὶ τόλμης, ἑξῆς τε τῆς περὶ τοὺς ἵππους καὶ τὰ ὅπλα δυνάμεως καὶ τῆς ἐν τούτοις ἀσκήσεως.
その会合の最中に王のことが話題に上ると、使節は熱を込めてプトレマイオスを称賛する多くの言葉を語り、また王の狩猟における手際の良さと大胆さ、さらには馬や武器を扱う能力とその鍛錬を示すいくつかの証拠を提示した。
§22.3.9τελευταίῳ δʼ ἐχρήσατο μαρτυρίῳ πρὸς πίστιν τῶν εἰρημένων·
そして、言ったことの信頼性を高めるために、彼は最後の証拠を持ち出した。
ἔφη γὰρ αὐτὸν κυνηγετοῦντα ταῦρον βαλεῖν ἀφʼ ἵππου μεσαγκύλῳ. —
すなわち、王は狩りの最中に、馬の上から投げ槍で雄牛を射止めた、と彼は語ったのである。