§22.3.1ὅτι μετὰ τὴν ἐν τῷ Κομπασίῳ τῶν ἀνθρώπων ἐπαναίρεσιν δυσαρεστήσαντές τινες τῶν ἐν τῇ Λακεδαίμονι τοῖς γεγονόσι καὶ νομίσαντες ὑπὸ τοῦ Φιλοποίμενος ἅμα τὴν δύναμιν καὶ τὴν προστασίαν καταλελύσθαι τὴν Λακεδαιμονίων, ἐλθόντες εἰς Ῥώμην κατηγορίαν ἐποιήσαντο τῶν διῳκημένων καὶ τοῦ Φιλοποίμενος.
在康帕西翁的人民遭到杀戮之后,拉栖代梦的一些人对发生的事情感到不满,并认为拉栖代梦人的力量和支配权都已被菲洛皮门摧毁,于是前往罗马,对所采取的措施和菲洛皮门提出指控。
§22.3.2καὶ τέλος ἐξεπορίσαντο γράμματα πρὸς τοὺς Ἀχαιοὺς παρὰ Μάρκου Λεπέδου τοῦ μετὰ ταῦτα γενηθέντος ἀρχιερέως, τότε δὲ τὴν ὕπατον ἀρχὴν εἰληφότος· §22.3.3ὃς ἔγραφε τοῖς Ἀχαιοῖς, φάσκων οὐκ ὀρθῶς αὐτοὺς κεχειρικέναι τὰ κατὰ τοὺς Λακεδαιμονίους.
他们最终从马尔库斯·雷皮达斯那里获得了一封给亚该亚人的书信,此人后来成为大祭司,但当时担任执政官之职;他致信亚该亚人,声称他们对拉栖代梦人事务的处理并不妥当。
ὧν πρεσβευόντων, §22.3.4εὐθέως ὁ Φιλοποίμην πρεσβευτὰς καταστήσας τοὺς περὶ Νικόδημον τὸν Ἠλεῖον ἐξέπεμψεν εἰς τὴν Ῥώμην.
当这些人充当使节时,菲洛皮门立即任命伊利斯人尼科德摩斯等人为使节,将他们派遣到罗马。
§22.3.5κατὰ δὲ τὸν καιρὸν τοῦτον ἧκε καὶ παρὰ Πτολεμαίου πρεσβευτὴς Δημήτριος Ἀθηναῖος, ἀνανεωσόμενος τὴν προϋπάρχουσαν συμμαχίαν τῷ βασιλεῖ πρὸς τὸ ἔθνος τῶν Ἀχαιῶν.
大约在同一时间,雅典人德米特里也作为托勒密的使节同来,以更新国王与亚该亚联邦之间先前存在的同盟。
§22.3.6ὧν προθύμως ἀναδεξαμένων τὴν ἀνανέωσιν, κατεστάθησαν πρεσβευταὶ πρὸς Πτολεμαῖον Λυκόρτας ὁ παρʼ ἡμῶν πατὴρ καὶ Θεοδωρίδας καὶ Ῥωσιτέλης Σικυώνιοι χάριν τοῦ δοῦναι τοὺς ὅρκους ὑπὲρ τῶν Ἀχαιῶν καὶ λαβεῖν παρὰ τοῦ βασιλέως.
亚该亚人热切地接受了这一更新,于是我们的父亲吕科塔斯,以及西锡安人狄奥多里达斯和罗西特莱斯被任命为前往托勒密的使节,以便代表亚该亚人举行盟誓并接受国王的誓言。
§22.3.7ἐγενήθη δέ τι κατὰ τὸν καιρὸν τοῦτον πάρεργον μὲν ἴσως, ἄξιον δὲ μνήμης. μετὰ γὰρ τὸ συντελεσθῆναι τὴν ἀνανέωσιν τῆς συμμαχίας, ὑπὲρ τῶν Ἀχαιῶν ὑπεδέξατο τὸν πρεσβευτὴν ὁ Φιλοποίμην·
在此期间发生了一件也许是琐碎、但值得记忆的事。
§22.3.8γενομένης δὲ παρὰ τὴν συνουσίαν μνήμης τοῦ βασιλέως, ἐπιβαλὼν ὁ πρεσβευτὴς πολλούς τινας διετίθετο λόγους ἐγκωμιάζων τὸν Πτολεμαῖον καί τινας ἀποδείξεις προεφέρετο τῆς τε περὶ τὰς κυνηγίας εὐχερείας καὶ τόλμης, ἑξῆς τε τῆς περὶ τοὺς ἵππους καὶ τὰ ὅπλα δυνάμεως καὶ τῆς ἐν τούτοις ἀσκήσεως.
因为在同盟更新完成之后,菲洛皮门代表亚该亚人款待了这位使节;在聚会期间提到国王时,使节滔滔不绝,极力赞美托勒密,并提出了一些证据,证明他在狩猎中的敏捷与胆识,以及他在马术和兵器方面的才能与在这两方面的训练。
§22.3.9τελευταίῳ δʼ ἐχρήσατο μαρτυρίῳ πρὸς πίστιν τῶν εἰρημένων· ἔφη γὰρ αὐτὸν κυνηγετοῦντα ταῦρον βαλεῖν ἀφʼ ἵππου μεσαγκύλῳ. —
最后,他引用了一个证词来为他所说的话确立信用:因为他说国王在狩猎时,曾从马上用标枪击中了一头公牛。