§22.18.1ὅτι φησὶν ὁ Πολύβιος ἐν τῷ εἰκοστῷ δευτέρῳ· περὶ δὲ τὴν τῶν ἐν Μακεδονίᾳ βασιλέων οἰκίαν ἤδη τις ἀπὸ τούτων τῶν καιρῶν ἐφύετο κακῶν ἀνηκέστων ἀρχή.
波里比乌斯在第二十二卷中说:“然而在马其顿的王室中,大约从这个时候起,某种不可救药的灾祸之开端就已经在萌芽了。
§22.18.2καίτοι γʼ οὐκ ἀγνοῶ διότι τινὲς τῶν συγγραφόντων περὶ τοῦ συστάντος Ῥωμαίοις πολέμου πρὸς Περσέα, βουλόμενοι τὰς αἰτίας ἡμῖν ἐπιδεικνύναι τῆς διαφορᾶς, πρῶτον μὲν ἀποφαίνουσι τὴν Ἀβρουπόλιος ἔκπτωσιν ἐκ τῆς ἰδίας δυναστείας, ὡς καταδραμόντος αὐτοῦ τὰ περὶ τὸ Πάγγαιον μέταλλα μετὰ τὸν τοῦ Φιλίππου θάνατον· §22.18.3Περσεὺς δὲ παραβοηθήσας καὶ τρεψάμενος ὁλοσχερῶς ἐξέβαλε τὸν προειρημένον ἐκ τῆς ἰδίας ἀρχῆς· §22.18.4ἑξῆς δὲ ταύτῃ τὴν εἰς Δολοπίαν εἰσβολὴν καὶ τὴν εἰς Δελφοὺς παρουσίαν Περσέως, §22.18.5ἔτι δὲ τὴν κατʼ Εὐμένους τοῦ βασιλέως ἐπιβουλὴν γενομένην ἐν Δελφοῖς καὶ τὴν τῶν ἐκ Βοιωτίας πρεσβευτῶν ἐπαναίρεσιν, ἐξ ὧν ἔνιοί φασι φῦναι Περσεῖ τὸν πρὸς Ῥωμαίους πόλεμον.
” 尽管我并非不知道,一些撰写罗马人与斐修斯之间爆发的战争的史学家,为了向我们展示这场冲突的原因,首先指出阿布鲁波利斯被逐出其领地之事,理由是他在腓力死后劫掠了潘盖翁附近的矿山;并且斐修斯前去救援,将其彻底击溃,并把前述之人逐出了他的领地;其次是斐修斯对多洛皮亚的入侵以及他在德尔斐的出现,再者是在德尔斐发生的针对国王欧墨尼斯的阴谋,以及来自波奥蒂亚的使节被杀害,有些人声称斐修斯与罗马人之间的战争正是由此而起的。
§22.18.6ἐγὼ δέ φημι κυριώτατον μὲν εἶναι καὶ τοῖς συγγράφουσι καὶ τοῖς φιλομαθοῦσι τὸ γινώσκειν τὰς αἰτίας, ἐξ ὧν ἕκαστα γεννᾶται καὶ φύεται τῶν πραγμάτων· συγκέχυται δὲ ταῦτα παρὰ τοῖς πλείστοις τῶν συγγραφέων διὰ τὸ μὴ κρατεῖσθαι τίνι διαφέρει πρόφασις αἰτίας καὶ πάλιν προφάσεως ἀρχὴ πολέμου.
但我认为,对于历史撰写者和求知者来说,最重要的是认识到万事万物从中产生和萌芽的“原因”;但在大多数史学家那里,这些概念被混淆了,因为他们没有掌握“口实”与“原因”的区别,以及“口实”与“战争的开端”的区别。
§22.18.7καὶ νῦν δὲ τῶν πραγμάτων αὐτῶν προσυπομιμνησκόντων ἠνάγκασμαι πάλιν ἀνανεώσασθαι τὸν αὐτὸν λόγον.
如今,由于事情本身提醒了我们,我不得不再次重温这一相同的论述。
§22.18.8τῶν γὰρ ἄρτι ῥηθέντων πραγμάτων τὰ μὲν πρῶτα προφάσεις εἰσί, τὰ δὲ τελευταῖα τὰ περὶ τὴν κατὰ τοῦ βασιλέως Εὐμένους ἐπιβουλὴν καὶ τὰ περὶ τὴν τῶν πρεσβευτῶν ἀναίρεσιν καὶ τούτοις ἕτερα παραπλήσια τῶν κατὰ τοὺς αὐτοὺς καιροὺς γεγονότων ἀρχαὶ πρόδηλοι τοῦ συστάντος Ῥωμαίοις καὶ Περσεῖ πολέμου καὶ τοῦ καταλυθῆναι τὴν Μακεδόνων ἀρχήν· §22.18.9αἰτία δὲ τούτων ἁπλῶς ἐστιν οὐδεμία.
因为在刚才提到的事情中,前者是“口实”,而后者——关于针对国王欧墨尼斯的阴谋、使节的杀害以及在同一时期发生的其他类似事件——则是罗马人与斐修斯之间爆发的战争以及马其顿人统治覆灭的明显“开端”;但这些事情本身根本没有任何“原因”。
δῆλον δὲ τοῦτʼ ἔσται διὰ τῶν ἑξῆς ῥηθησομένων.
这在接下来的叙述中将会变得很清楚。
§22.18.10καθάπερ γὰρ εἴπομεν Φίλιππον τὸν Ἀμύντου διανοηθῆναι καὶ προθέσθαι συντελεῖν τὸν πρὸς τοὺς Πέρσας πόλεμον, Ἀλέξανδρον δὲ τοῖς ὑπʼ ἐκείνου κεκριμένοις ἐπιγενέσθαι χειριστὴν τῶν πράξεων, οὕτω καὶ νῦν Φίλιππον μὲν τὸν Δημητρίου φαμὲν διανοηθῆναι πρότερον πολεμεῖν Ῥωμαίοις τὸν τελευταῖον πόλεμον καὶ τὰς παρασκευὰς ἑτοίμας πάσας πρὸς ταύτην ἔχειν τὴν ἐπιβολήν, ἐκείνου δʼ ἐκχωρήσαντος Περσέα γενέσθαι χειριστὴν τῶν πράξεων· §22.18.11εἰ δὲ τοῦτʼ ἀληθές, κἀκεῖνο σαφές· οὐ γὰρ οἷόν τε τὰς αἰτίας ὕστερον γενέσθαι τῆς τελευτῆς τοῦ κρίναντος καὶ προθεμένου πολεμεῖν· ὃ συμβαίνει τοῖς ὑπὸ τῶν ἄλλων συγγραφέων εἰρημένοις· πάντα γάρ ἐστι τὰ λεγόμενα παρʼ αὐτοῖς ὕστερα τῆς Φιλίππου τελευτῆς. —
因为正如我们曾说,阿敏塔斯之子腓力曾构想并计划进行对波斯人的战争,而亚历山大则继承了他所做出的决定,成为行动的执行者;同样,现在我们说,德米特里之子腓力在先前就构想了对罗马人进行这最后一场战争,并为这一企图做好了所有准备,而在他去世后,斐修斯成为了行动的执行者;如果这是真的,那么另一件事也是显而易见:因为在决定并计划发动战争的人去世之后,是不可能产生“原因”的;而其他史学家的说法恰恰属于这种情况,因为他们所说的一切都发生在腓力去世之后。