Humanitext Reader

ポリュビオス · 歴史 §22.14.1-22.14.12

フィリッポスの口封じとデメトリオスのローマ派遣

1023 / 1311 箇所 · ギリシア語

要旨

ローマ使節アッピウスらはフィリッポスにマロネイア虐殺の当事者の引き渡しを要求する。フィリッポスは容疑者の一人を口封じのために毒殺し、元老院の好意を得るために末息子デメトリオスをローマに派遣することを決める。

§22.14.1του προβάντες ἔλυσαν·
……ここまで進んだところで会見を打ち切った。
κατὰ δὲ τὴν ἐπιοῦσαν ἡμέραν οἱ περὶ τὸν Ἄππιον πέμπειν ἐπέταττον τῷ Φιλίππῳ τὸν Ὀνόμαστον καὶ τὸν Κάσσανδρον ἐξ αὐτῆς εἰς τὴν Ῥώμην [ἵνα πύθηται περὶ τῶν γεγονότων].
翌日、アッピウスらはフィリッポスに対し、何が起こったのかを元老院が聞き知るために、オノマストスとカッサンドロスをただちにローマに派遣するよう命じた。
§22.14.2ὁ δὲ βασιλεύς, διατραπεὶς ὡς ἔνι μάλιστα καὶ ἀπορήσας ἐπὶ πολὺν χρόνον, τὸν μὲν Κάσσανδρον ἔφη πέμψειν, τὸν αὐθέντην γεγονότα τῆς πράξεως, ὡς ἐκεῖνοί φασιν, ἵνα πύθηται παρὰ τούτου τὰς ἀληθείας ἡ σύγκλητος.
しかし王は、この上なく動揺し、長い間困惑した末に、彼らが言うところのその行為の実行犯であるカッサンドロスについては、元老院が彼から真相を聞き出せるように派遣するつもりだと言った。
§22.14.3τὸν δʼ Ὀνόμαστον ἐξῃρεῖτο καὶ παρʼ αὐτὰ καὶ μετὰ ταῦτα τοῖς πρεσβευταῖς ἐντυγχάνων, ἀφορμῇ μὲν χρώμενος τῷ μὴ οἷον ἐν τῇ Μαρωνείᾳ παραγεγονέναι τὸν Ὀνόμαστον κατὰ τὸν τῆς σφαγῆς καιρόν, ἀλλὰ μηδʼ ἐπὶ τῶν σύνεγγυς τόπων γεγονέναι,
だが彼は、オノマストスについてはその時点でも、またその後の使節たちとの面会においても除外しようとし、その際、オノマストスは虐殺の当時にマロネイアにいたどころか、その近隣の地方にさえいなかったという口実を用いた。
§22.14.4τῇ δʼ ἀληθείᾳ δεδιὼς μὴ παραγενηθεὶς εἰς τὴν Ῥώμην, καὶ πολλῶν ἔργων αὐτῷ κεκοινωνηκὼς τοιούτων, οὐ μόνον τὰ κατὰ τοὺς Μαρωνείτας, ἀλλὰ καὶ τἄλλα πάντα διασαφήσῃ τοῖς Ῥωμαίοις.
しかし実際には、オノマストスがローマに到着すれば、このような多くの悪事に彼と加担してきたため、マロネイア人に関する事柄だけでなく、他のすべてのことをローマ人に暴露してしまうのではないかと恐れていたのである。
§22.14.5καὶ τέλος τὸν μὲν Ὀνόμαστον ἐξείλετο, τὸν δὲ Κάσσανδρον μετὰ τὸ τοὺς πρεσβευτὰς ἀπελθεῖν ἀποστείλας καὶ παραπέμψας ἕως Ἠπείρου φαρμάκῳ διέφθειρεν.
そして結局、彼はオノマストスを除外することに成功したが、カッサンドロスについては、使節たちが去った後に送り出し、エペイロスまで護送したところで毒殺した。
§22.14.6οἱ δὲ περὶ τὸν Ἄππιον, κατεγνωκότες τοῦ Φιλίππου καὶ περὶ τῆς εἰς τοὺς Μαρωνείτας παρανομίας καὶ περὶ τῆς πρὸς Ῥωμαίους ἀλλοτριότητος, τοιαύτας ἔχοντες διαλήψεις ἐχωρίσθησαν.
アッピウスらは、マロネイア市民に対する違法行為についても、ローマ人に対する敵意についてもフィリッポスを有罪と判断し、そのような確信を抱いて去っていった。
§22.14.7ὁ δὲ βασιλεὺς γενόμενος καθʼ ἑαυτὸν καὶ συμμεταδοὺς τῶν φίλων Ἀπελλῇ καὶ Φιλοκλεῖ περὶ τῶν ἐνεστώτων, ἔγνω σαφῶς ἐπὶ πολὺ προβεβηκυῖαν αὑτοῦ τὴν πρὸς Ῥωμαίους διαφοράν, καὶ ταύτην οὐκέτι λαν θάνουσαν, ἀλλὰ καταφανῆ τοῖς πλείστοις οὖσαν.
一方、王は独りになると、友人のアペレスとフィロクレスに現在の状況を打ち明け、自分とローマ人との不和が極めて大きく進行しており、それはもはや隠されたものではなく、多くの人々にとって明白になっていることをはっきりと認識した。
§22.14.8καθόλου μὲν οὖν πρόθυμος ἦν εἰς τὸ κατὰ πάντα τρόπον ἀμύνασθαι καὶ μετελθεῖν αὐτούς·
したがって、全般的に彼は、あらゆる方法で彼らに防戦し、復讐することに意欲的であった。
πρὸς ἔνια δὲ τῶν ἐπινοουμένων ἀπόχειρος ὢν ἐπεβάλετο πῶς ἂν ἔτι γένοιτό τις ἀναστροφὴ καὶ λάβοι χρόνον πρὸς τὰς εἰς τὸν πόλεμον παρασκευάς.
しかし、構想している計画の一部に対しては準備不足であったため、いかにしてさらに時間を引き延ばし、戦争への準備のための時間を獲得できるかと思案した。
§22.14.9ἔδοξεν οὖν αὐτῷ τὸν νεώτατον υἱὸν Δημήτριον πέμπειν εἰς τὴν Ῥώμην, τὰ μὲν ἀπολογησόμενον ὑπὲρ τῶν ἐγκαλουμένων, τὰ δὲ καὶ παραιτησόμενον, εἰ καί τις ἄγνοιά ποτʼ ἐγεγόνει περὶ αὐτόν.
そこで彼は、末息子のデメトリオスをローマに派遣し、告発されている事柄について一方では弁明させ、他方では、もし彼に関して何か無知による過ちがかつてあったとしても、許しを求めさせようと決めた。
§22.14.10πάνυ γὰρ ἐπέπειστο διὰ τούτου πᾶν τὸ προτεθὲν ἀνύεσθαι παρὰ τῆς συγκλήτου διὰ τὴν ὑπεροχὴν τὴν γεγενημένην τοῦ νεανίσκου κατὰ τὴν ὁμηρείαν.
というのも、この若者が人質であった時に得た傑出した好意のおかげで、望むすべてのことが元老院から彼を通じて達成されるだろうと強く確信していたからである。
§22.14.11ταῦτα δὲ διανοηθεὶς ἅμα μὲν ἐγίνετο περὶ τὴν ἐκπομπὴν τούτου καὶ τῶν ἅμα τούτῳ συνεξαποσταλησομένων φίλων, §22.14.12ἅμα δὲ τοῖς Βυζαντίοις ὑπέσχετο βοηθήσειν, οὐχ οὕτως ἐκείνων στοχαζόμενος ὡς ἐπὶ τῇ ʼκείνων προφάσει βουλόμενος καταπλήξασθαι τοὺς τῶν Θρᾳκῶν δυνάστας τῶν ὑπὲρ τὴν Προποντίδα κατοικούντων χάριν τῆς προκειμένης ἐπιβολῆς.
このように考えて、彼は一方では、彼と、彼とともに派遣されることになる友人たちの送り出しにかかり、他方ではビザンティオン人たちに援助を約束したが、それは彼らをそれほど気遣っていたからではなく、彼らを口実にして、計画している攻撃のために、プロポンティスの向こう側に住むトラキア人の支配者たちを震え上がらせようと望んでいたからであった。

語釈・文法注

  1. 22.14.1οἱ περὶ τὸν Ἄππιον — 「アッピウスとその一行」を意味する慣用的な表現。前置詞 περί と対格が人名とともに使われ、その人物を中心とするグループ(使節団)を指す。
  2. 22.14.3τῷ μὴ οἷον ἐν τῇ Μαρωνείᾳ παραγεγονέναι τὸν Ὀνόμαστον ... ἀλλὰ μηδʼ ἐπὶ τῶν σύνεγγυς τόπων γεγονέναι — 前置詞なしの与格冠詞付き不定詞 τῷ ... παραγεγονέναι ... γεγονέναι は、動詞 χρώμενος(〜を用いる、依拠する)の目的語として機能している。μὴ οἷον ... ἀλλὰ μηδʼ ... は「〜であるどころか、〜でさえもない」という強い否定の対比を表す表現。
  3. 22.14.9τὰ μὲν ἀπολογησόμενον ... τὰ δὲ καὶ παραιτησόμενον — 2つの未来分詞 ἀπολογησόμενον と παραιτησόμενον は、主節の動詞 πέμπειν(派遣すること)の目的を表している。また、対格中性複数 τὰ μὲν ... τὰ δὲ は、副詞的に「一方では……他方では……」という意味で分詞を修飾、あるいは「ある点については……また別の点については……」という分詞の目的語として機能している。

この箇所を引用する

ポリュビオス, 歴史 §22.14.1-22.14.12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:22.14.1-22.14.12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。