§22.13.1ὅτι Φίλιππος ὁ βασιλεύς, διαπεμψαμένων πρὸς αὐτὸν ἐκ τῆς Ῥώμης τῶν ἰδίων πρεσβευτῶν καὶ δηλούντων ὅτι δεήσει κατʼ ἀνάγκην ἀποβαίνειν ἀπὸ τῶν ἐπὶ Θρᾴκης πόλεων, §22.13.2πυθόμενος ταῦτα καὶ βαρέως φέρων ἐπὶ τῷ δοκεῖν πανταχόθεν αὐτοῦ περιτέμνεσθαι τὴν ἀρχήν, ἐναπηρείσατο τὴν ὀργὴν εἰς τοὺς ταλαιπώρους Μαρωνείτας.
フィリッポス王は、自身がローマに派遣していた使節たちが彼のもとにメッセージを送り、トラキアの諸都市からどうしても撤退しなければならなくなるだろうということを明らかにしたので、これを聞き、また自らの支配権があらゆる方向から削り取られているように思われることを重く受け止めて、不運なマロネイア市民たちにその怒りをぶつけた。
§22.13.3μεταπεμψάμενος γὰρ Ὀνόμαστον τὸν ἐπὶ Θρᾴκης τεταγμένον ἐκοινολογήθη τούτῳ περὶ τῆς πράξεως.
というのも、彼はトラキアの軍務を任されていたオノマストスを呼び寄せ、彼とその実行について相談したからである。
§22.13.4ὁ δʼ Ὀνόμαστος ἀναχωρήσας ἐξαπέστειλε Κάσσανδρον εἰς Μαρώνειαν, συνήθη τοῖς πολλοῖς ὑπάρχοντα διὰ τὸ ποιεῖσθαι τὸν πλείονα χρόνον ἐκεῖ τὴν διατριβήν,
オノマストスは退出し、カッサンドロスをマロネイアへと派遣した。 彼は長い時間そこにとどまっていたため、多くの人々と親しかった。
§22.13.5ἅτε τοῦ Φιλίππου πάλαι τοὺς αὐλικοὺς ἐγκαθεικότος εἰς τὰς πόλεις ταύτας καὶ συνήθεις πεποιηκότος τοὺς ἐγχωρίους ταῖς τούτων παρεπιδημίαις.
フィリッポスが以前から廷臣たちをこれらの都市に送り込み、現地の人々を彼らの滞在に慣れさせていたからである。
§22.13.6μετὰ δέ τινας ἡμέρας ἑτοιμασθέντων τῶν Θρᾳκῶν, καὶ τούτων ἐπεισελθόντων διὰ τοῦ Κασσάνδρου νυκτός, ἐγένετο μεγάλη σφαγὴ καὶ πολλοὶ τῶν Μαρωνειτῶν ἀπέθανον.
数日後、トラキア人たちが準備を整え、彼らがカッサンドロスを通じて夜間に侵入すると、大虐殺が起こり、多くのマロネイア人が死んだ。
§22.13.7κολασάμενος δὲ τῷ τοιούτῳ τρόπῳ τοὺς ἀντιπράττοντας ὁ Φίλιππος καὶ πληρώσας τὸν ἴδιον θυμόν, ἐκαραδόκει τὴν τῶν πρεσβευτῶν παρουσίαν [πεπεισμένος μηδένα τολμήσειν κατηγορήσειν αὐτοῦ διὰ τὸν φόβον].
このようにして反対者たちを処罰し、自らの怒りを満たしたフィリッポスは、恐怖のために誰も自分を告発する勇気はないだろうと確信しつつ、使節たちの到来を待ち構えていた。
§22.13.8μετὰ δέ τινα χρόνον παραγενομένων τῶν περὶ τὸν Ἄππιον καὶ ταχέως πυθομένων τὰ γεγονότα κατὰ τὴν Μαρώνειαν καὶ πικρῶς τῷ Φιλίππῳ μεμψιμοιρούντων ἐπὶ τούτοις, ἐβούλετο μὲν ἀπολογεῖσθαι,
しばらくして、アッピウスらが到着し、マロネイアでの出来事を速やかに知って、これらのことについてフィリッポスを激しく責め立てたとき、彼は弁明しようとした。
§22.13.9φάσκων μὴ κεκοινωνηκέναι τῆς παρανομίας, ἀλλʼ αὐτοὺς ἐν αὑτοῖς στασιάζοντας Μαρωνείτας, [καὶ] τοὺς μὲν ἀποκλίνοντας πρὸς Εὐμένη κατὰ τὴν εὔνοιαν, τοὺς δὲ πρὸς ἑαυτόν, εἰς ταύτην ἐμπεπτωκέναι τὴν ἀτυχίαν.
自分はその違法行為に関与しておらず、マロネイア人自身が内紛を起こし、ある者はエウメネスに好意を寄せて傾き、ある者は自分に傾いて、このような不幸に陥ったのだと主張した。
§22.13.10καλεῖν δʼ ἐκέλευε κατὰ πρόσωπον, εἴ τις αὐτοῦ κατηγορεῖ.
そして、もし誰か自分を告発する者がいるなら、面と向かって呼び出すようにと要求した。
§22.13.11τοῦτο δʼ ἐποίει πεπεισμένος μηδένα τολμήσειν διὰ τὸν φόβον, τῷ δοκεῖν τὴν μὲν ἐκ Φιλίππου τιμωρίαν ἐκ χειρὸς ἔσεσθαι τοῖς ἀντιπράξασιν, τὴν δὲ Ῥωμαίων ἐπικουρίαν μακρὰν ἀφεστάναι.
彼がそうしたのは、恐怖のために誰も敢えて告発しないだろうと確信していたからであり、それは、フィリッポスからの報復は反対者たちに対して即座に下されるのに対し、ローマ人からの救援は遠く離れていると思われたからであった。
§22.13.12τῶν δὲ περὶ τὸν Ἄππιον οὐ φασκόντων προσδεῖσθαι δικαιολογίας, σαφῶς γὰρ εἰδέναι τὰ γεγονότα καὶ τὸν αἴτιον τούτων, εἰς ἀπορίαν ἐνέπιπτεν ὁ Φίλιππος.
しかし、アッピウスらは弁明をこれ以上必要としないと言い、出来事とその首謀者をはっきりと知っているとしたため、フィリッポスは窮地に陥った。
§22.13.13καὶ τὴν μὲν πρώτην ἔντευξιν ἄχρι τού
そして、最初の会見はここまで…