§22.14.1του προβάντες ἔλυσαν·
……进行到这里便结束了。
κατὰ δὲ τὴν ἐπιοῦσαν ἡμέραν οἱ περὶ τὸν Ἄππιον πέμπειν ἐπέταττον τῷ Φιλίππῳ τὸν Ὀνόμαστον καὶ τὸν Κάσσανδρον ἐξ αὐτῆς εἰς τὴν Ῥώμην [ἵνα πύθηται περὶ τῶν γεγονότων].
第二天,阿庇乌斯一行命令腓力立即将奥诺马斯托斯和卡散德派遣到罗马,以便[元老院]了解所发生的事情。
§22.14.2ὁ δὲ βασιλεύς, διατραπεὶς ὡς ἔνι μάλιστα καὶ ἀπορήσας ἐπὶ πολὺν χρόνον, τὸν μὲν Κάσσανδρον ἔφη πέμψειν, τὸν αὐθέντην γεγονότα τῆς πράξεως, ὡς ἐκεῖνοί φασιν, ἵνα πύθηται παρὰ τούτου τὰς ἀληθείας ἡ σύγκλητος.
国王极度动摇,困惑了许久,然后表示他将派遣卡散德——正如他们所说,他是该行为的直接实行者——以便元老院能从他那里查明真相。
§22.14.3τὸν δʼ Ὀνόμαστον ἐξῃρεῖτο καὶ παρʼ αὐτὰ καὶ μετὰ ταῦτα τοῖς πρεσβευταῖς ἐντυγχάνων, ἀφορμῇ μὲν χρώμενος τῷ μὴ οἷον ἐν τῇ Μαρωνείᾳ παραγεγονέναι τὸν Ὀνόμαστον κατὰ τὸν τῆς σφαγῆς καιρόν, ἀλλὰ μηδʼ ἐπὶ τῶν σύνεγγυς τόπων γεγονέναι,
但他试图将奥诺马斯托斯排除在外,无论是在当时还是此后与使节们会面时都是如此。 他使用的借口是,奥诺马斯托斯在屠杀发生时不仅不在马罗尼亚,甚至根本不在附近地区。
§22.14.4τῇ δʼ ἀληθείᾳ δεδιὼς μὴ παραγενηθεὶς εἰς τὴν Ῥώμην, καὶ πολλῶν ἔργων αὐτῷ κεκοινωνηκὼς τοιούτων, οὐ μόνον τὰ κατὰ τοὺς Μαρωνείτας, ἀλλὰ καὶ τἄλλα πάντα διασαφήσῃ τοῖς Ῥωμαίοις.
但实际上,他是害怕奥诺马斯托斯一旦抵达罗马,由于曾与他共同参与了许多此类行径,不仅会向罗马人吐露关于马罗尼亚人的内情,还会把其他所有事情都抖露出来。
§22.14.5καὶ τέλος τὸν μὲν Ὀνόμαστον ἐξείλετο, τὸν δὲ Κάσσανδρον μετὰ τὸ τοὺς πρεσβευτὰς ἀπελθεῖν ἀποστείλας καὶ παραπέμψας ἕως Ἠπείρου φαρμάκῳ διέφθειρεν.
最终,他成功排除了奥诺马斯托斯;而对于卡散德,他在使节们离开后将其送走,并派人一路护送到伊庇鲁斯,在那里用毒药杀害了他。
§22.14.6οἱ δὲ περὶ τὸν Ἄππιον, κατεγνωκότες τοῦ Φιλίππου καὶ περὶ τῆς εἰς τοὺς Μαρωνείτας παρανομίας καὶ περὶ τῆς πρὸς Ῥωμαίους ἀλλοτριότητος, τοιαύτας ἔχοντες διαλήψεις ἐχωρίσθησαν.
阿庇乌斯一行在对马罗尼亚人的违法行径以及对罗马人的敌意上都对腓力作出了有罪的判定,他们怀着这样的看法离开了。
§22.14.7ὁ δὲ βασιλεὺς γενόμενος καθʼ ἑαυτὸν καὶ συμμεταδοὺς τῶν φίλων Ἀπελλῇ καὶ Φιλοκλεῖ περὶ τῶν ἐνεστώτων, ἔγνω σαφῶς ἐπὶ πολὺ προβεβηκυῖαν αὑτοῦ τὴν πρὸς Ῥωμαίους διαφοράν, καὶ ταύτην οὐκέτι λαν
θάνουσαν, ἀλλὰ καταφανῆ τοῖς πλείστοις οὖσαν.
国王独自一人时,与朋友阿佩莱斯和菲洛克莱斯商讨了眼下的局势,他清楚地认识到自己与罗马人之间的分歧已经发展到了很深的程度,而且这已不再是秘密,而是对大多数人来说都是显而易见的。
§22.14.8καθόλου μὲν οὖν πρόθυμος ἦν εἰς τὸ κατὰ πάντα τρόπον ἀμύνασθαι καὶ μετελθεῖν αὐτούς· πρὸς ἔνια δὲ τῶν ἐπινοουμένων ἀπόχειρος ὢν ἐπεβάλετο πῶς ἂν ἔτι γένοιτό τις ἀναστροφὴ καὶ λάβοι χρόνον πρὸς τὰς εἰς τὸν πόλεμον παρασκευάς.
因此,总的来说,他急于以各种方式进行防御并向他们复仇;但由于对脑海中构想的一些计划还缺乏实际准备,他便设法寻思如何能再获得一次转圜,并赢得时间来进行战争准备。
§22.14.9ἔδοξεν οὖν αὐτῷ τὸν νεώτατον υἱὸν Δημήτριον πέμπειν εἰς τὴν Ῥώμην, τὰ μὲν ἀπολογησόμενον ὑπὲρ τῶν ἐγκαλουμένων, τὰ δὲ καὶ παραιτησόμενον, εἰ καί τις ἄγνοιά ποτʼ ἐγεγόνει περὶ αὐτόν.
于是,他决定派遣小儿子德米特里乌斯去罗马,一方面对所受的指控进行辩解,另一方面,即使他曾因无知而犯下什么过错,也请求予以原谅。
§22.14.10πάνυ γὰρ ἐπέπειστο διὰ τούτου πᾶν τὸ προτεθὲν ἀνύεσθαι παρὰ τῆς συγκλήτου διὰ τὴν ὑπεροχὴν τὴν γεγενημένην τοῦ νεανίσκου κατὰ τὴν ὁμηρείαν.
因为他非常确信,由于这名青年在当人质期间所获得的极高好感,一切提议都将通过他而获得元老院的允准。
§22.14.11ταῦτα δὲ διανοηθεὶς ἅμα μὲν ἐγίνετο περὶ τὴν ἐκπομπὴν τούτου καὶ τῶν ἅμα τούτῳ συνεξαποσταλησομένων φίλων, §22.14.12ἅμα δὲ τοῖς Βυζαντίοις ὑπέσχετο βοηθήσειν, οὐχ οὕτως ἐκείνων στοχαζόμενος ὡς ἐπὶ τῇ ʼκείνων προφάσει βουλόμενος καταπλήξασθαι τοὺς τῶν Θρᾳκῶν δυνάστας τῶν ὑπὲρ τὴν Προποντίδα κατοικούντων χάριν τῆς προκειμένης ἐπιβολῆς.
考虑到这些,他一方面着手准备派遣德米特里乌斯以及将要与他一同送出的朋友们,另一方面又承诺向拜占庭人提供援助,这倒并非他有多么关心他们,而是想以此为借口,为了即将开展的进攻计划,去威慑居住在普罗蓬蒂斯彼岸的色雷斯统治者们。