§22.12.1ποιησαμένων δὲ καὶ τούτων πρὸς ἀλλήλους ἐκ συγκαταθέσεως τὴν δικαιολογίαν, καὶ διδασκόντων τὴν σύγκλητον τῶν μὲν περὶ τὸν Ἀπολλωνίδαν τὸν Σικυώνιον ὡς ἀδύνατον εἴη τὸ παράπαν ἄμεινον χειρισθῆναι τὰ κατὰ τὴν Σπάρτην ἢ νῦν κεχείρισται διὰ τῶν Ἀχαιῶν καὶ διὰ Φιλοποίμενος,
また、彼らもまた合意の上で互いに弁明を行い、シキュオンのアポロニダスらは、スパルタの情勢が、アカイア人とフィロポイメンを通じて現在処理されている以上に、全くもってこれより良く処理されることは不可能であると元老院に説明した。
§22.12.2τῶν δὲ περὶ τὸν Ἀρέα τἀναντία πειρωμένων λέγειν καὶ φασκόντων πρῶτον μὲν καταλελύσθαι τὴν τῆς πόλεως δύναμιν ἐξηγμένου τοῦ πλήθους μετὰ βίας, εἶτʼ ἐν αὐτοῖς ἐπισφαλῆ καὶ ἀπαρρησίαστον καταλείπεσθαι τὴν πολιτείαν,
他方、アレウスらは反対のことを主張しようと試み、第一に、大衆が暴力によって追放されたことで都市の力が崩壊してしまったこと、第二に、彼らの間で国制が不安定で、かつ言論の自由のないものとして残されていると主張した。
§22.12.3ἐπισφαλῆ μὲν ὀλίγοις οὖσιν καὶ τούτοις τῶν τειχῶν περιῃρημένων, ἀπαρρησίαστον δὲ διὰ τὸ μὴ μόνον τοῖς κοινοῖς δόγμασιν τῶν Ἀχαιῶν πειθαρχεῖν, ἀλλὰ καὶ κατʼ ἰδίαν ὑπηρετεῖν τοῖς ἀεὶ καθισταμένοις ἄρχουσιν,
それは少数しかおらず、しかも城壁が取り壊されたために不安定であり、またアカイア人の共通の決議に従うだけでなく、その都度任命される行政官たちに個人的に仕えているために、言論の自由がないのだという。
§22.12.4διακούσασα καὶ τούτων ἡ σύγκλητος ἔκρινε τοῖς αὐτοῖς πρεσβευταῖς δοῦναι καὶ περὶ τούτων ἐντολάς, καὶ κατέστησεν πρεσβευτὰς ἐπὶ τὴν Μακεδονίαν καὶ τὴν Ἑλλάδα τοὺς περὶ Ἄππιον Κλαύδιον.
元老院はこれらのことも聞き終えた後、同じ使節たちにこれらの件についても命令を与えることを決定し、マケドニアおよびギリシアへの使節としてアッピウス・クラウディウスらを任命した。
§22.12.5Ἀπελογήθησαν δὲ καὶ πρὸς τὸν Καικίλιον ὑπὲρ τῶν ἀρχόντων οἱ παρὰ τῶν Ἀχαιῶν πρέσβεις ἐν τῇ συγκλήτῳ, φάσκοντες οὐθὲν ἀδικεῖν αὐτοὺς οὐδʼ ἀξίους ἐγκλήματος ὑπάρχειν ἐπὶ τῷ μὴ συνάγειν τὴν ἐκκλησίαν·
また、アカイア人からの使節たちは元老院において、行政官たちのためにカエキリウスに対しても弁明し、彼らは何も不正を行っておらず、民会を招集しなかったことについて非難に値することはないと主張した。
§22.12.6νόμον γὰρ εἶναι παρὰ τοῖς Ἀχαιοῖς μὴ συγκαλεῖν τοὺς πολλούς, ἐὰν μὴ περὶ συμμαχίας ἢ πολέμου δέῃ γίνεσθαι διαβούλιον ἢ παρὰ τῆς συγκλήτου τις ἐνέγκῃ γράμματα.
というのも、アカイア人の間には、同盟や戦争についての審議が必要であるか、あるいは元老院から誰かが書簡を携えてこない限り、大衆を招集してはならないという法律があるからである。
§22.12.7διὸ καὶ δικαίως τότε βουλεύσασθαι μὲν τοὺς ἄρχοντας συγκαλεῖν τοὺς Ἀχαιοὺς εἰς ἐκκλησίαν, κωλύεσθαι δʼ ὑπὸ τῶν νόμων διὰ τὸ μήτε γράμματα φέρειν αὐτὸν παρὰ τῆς συγκλήτου μήτε τὰς ἐντολὰς ἐγγράπτους ἐθέλειν δοῦναι τοῖς ἄρχουσιν.
それゆえ、そのとき行政官たちがアカイア人を民会に招集しようと審議したのは正しかったが、彼が元老院からの書簡を携えておらず、また命令を文書で行政官たちに与えることを望まなかったために、法律によって阻まれたのだとした。
§22.12.8ὧν ῥηθέντων ἀναστὰς Καικίλιος τῶν τε περὶ τὸν Φιλοποίμενα καὶ Λυκόρταν κατηγόρησεν καὶ καθόλου τῶν Ἀχαιῶν καὶ τῆς οἰκονομίας, ᾗ περὶ τῆς τῶν Λακεδαιμονίων ἐκέχρηντο πόλεως.
これらが語られたとき、カエキリウスは立ち上がり、フィロポイメンやリュコルタスら、および広くアカイア人全体と、彼らがラケダイモン人の都市に関して行ってきたその処置について告発した。
§22.12.9ἡ δὲ σύγκλητος διακούσασα τῶν λεγομένων ἔδωκε τοῖς Ἀχαιοῖς ἀπόκρισιν ὅτι περὶ μὲν τῶν κατὰ Λακεδαίμονα πέμψει τοὺς ἐπισκεψομένους·
一方、元老院は語られたことを聞き終え、アカイア人に対して次のように回答した。 すなわち、ラケダイモンの情勢については、調査を行うための者たちを派遣するであろう。
§22.12.10τοῖς δὲ πρεσβευταῖς τοῖς αἰεὶ παρʼ ἑαυτῶν ἐκπεμπομένοις παρῄνει προσέχειν τὸν νοῦν καὶ καταδοχὴν ποιεῖσθαι τὴν ἁρμόζουσαν, καθάπερ καὶ Ῥωμαῖοι ποιοῦνται τῶν παραγινομένων πρὸς αὐτοὺς πρεσβευτῶν.
また、自分たちのもとからその都度派遣される使節たちに配慮し、ローマ人が自分たちのもとに到着する使節たちに対して行うのと同様に、ふさわしい受け入れをするよう彼らに勧告した。