Humanitext Reader

波利比奥斯 · 历史 §22.13.1-22.13.13

马罗尼亚大屠杀与腓力会见罗马使节

第 1022 段,共 1311 段 · 希腊语

内容简介

叙述了腓力国王因罗马命令不得不撤出色雷斯而心怀不满,并将其发泄在对马罗尼亚人的屠杀上,以及随后与抵达的罗马使节阿庇乌斯一行进行的紧张会面。

§22.13.1ὅτι Φίλιππος ὁ βασιλεύς, διαπεμψαμένων πρὸς αὐτὸν ἐκ τῆς Ῥώμης τῶν ἰδίων πρεσβευτῶν καὶ δηλούντων ὅτι δεήσει κατʼ ἀνάγκην ἀποβαίνειν ἀπὸ τῶν ἐπὶ Θρᾴκης πόλεων, §22.13.2πυθόμενος ταῦτα καὶ βαρέως φέρων ἐπὶ τῷ δοκεῖν πανταχόθεν αὐτοῦ περιτέμνεσθαι τὴν ἀρχήν, ἐναπηρείσατο τὴν ὀργὴν εἰς τοὺς ταλαιπώρους Μαρωνείτας.
腓力国王由于自己派往罗马的使节送来消息,表明他将不得不被迫撤出色雷斯的诸城市,听闻此事后,因感到自己的统治权似乎在四面八方受到削减而极为愤恨,便将怒火发泄在不幸的马罗尼亚人身上。
§22.13.3μεταπεμψάμενος γὰρ Ὀνόμαστον τὸν ἐπὶ Θρᾴκης τεταγμένον ἐκοινολογήθη τούτῳ περὶ τῆς πράξεως.
因为他召来了负责色雷斯事务的奥诺马斯托斯,与他商讨了此事的实行。
§22.13.4ὁ δʼ Ὀνόμαστος ἀναχωρήσας ἐξαπέστειλε Κάσσανδρον εἰς Μαρώνειαν, συνήθη τοῖς πολλοῖς ὑπάρχοντα διὰ τὸ ποιεῖσθαι τὸν πλείονα χρόνον ἐκεῖ τὴν διατριβήν, §22.13.5ἅτε τοῦ Φιλίππου πάλαι τοὺς αὐλικοὺς ἐγκαθεικότος εἰς τὰς πόλεις ταύτας καὶ συνήθεις πεποιηκότος τοὺς ἐγχωρίους ταῖς τούτων παρεπιδημίαις.
奥诺马斯托斯退出后,将卡散德派遣到马罗尼亚,由于卡散德大部分时间都在那里度过,因此与当地大众十分熟稔,这是因为腓力早就将自己的侍臣安插到这些城市中,使当地人习惯了他们的逗留。
§22.13.6μετὰ δέ τινας ἡμέρας ἑτοιμασθέντων τῶν Θρᾳκῶν, καὶ τούτων ἐπεισελθόντων διὰ τοῦ Κασσάνδρου νυκτός, ἐγένετο μεγάλη σφαγὴ καὶ πολλοὶ τῶν Μαρωνειτῶν ἀπέθανον.
几天后,当色雷斯人做好了准备,并在夜间通过卡散德侵入城内时,发生了一场大屠杀,许多马罗尼亚人因此丧生。
§22.13.7κολασάμενος δὲ τῷ τοιούτῳ τρόπῳ τοὺς ἀντιπράττοντας ὁ Φίλιππος καὶ πληρώσας τὸν ἴδιον θυμόν, ἐκαραδόκει τὴν τῶν πρεσβευτῶν παρουσίαν [πεπεισμένος μηδένα τολμήσειν κατηγορήσειν αὐτοῦ διὰ τὸν φόβον].
腓力以这种方式惩罚了反对者并平息了自己的怒火,随后便静待使节们的到来,他确信由于恐惧,没有人会敢于指责他。
§22.13.8μετὰ δέ τινα χρόνον παραγενομένων τῶν περὶ τὸν Ἄππιον καὶ ταχέως πυθομένων τὰ γεγονότα κατὰ τὴν Μαρώνειαν καὶ πικρῶς τῷ Φιλίππῳ μεμψιμοιρούντων ἐπὶ τούτοις, ἐβούλετο μὲν ἀπολογεῖσθαι, §22.13.9φάσκων μὴ κεκοινωνηκέναι τῆς παρανομίας, ἀλλʼ αὐτοὺς ἐν αὑτοῖς στασιάζοντας Μαρωνείτας, [καὶ] τοὺς μὲν ἀποκλίνοντας πρὸς Εὐμένη κατὰ τὴν εὔνοιαν, τοὺς δὲ πρὸς ἑαυτόν, εἰς ταύτην ἐμπεπτωκέναι τὴν ἀτυχίαν.
一段时间后,当阿庇乌斯一行抵达并迅速得知了在马罗尼亚发生的事情,并因此严厉指责腓力时,腓力企图进行辩解,声称自己并未参与这一违法行为,而是马罗尼亚人自己内部发生内讧,一些人在好感上倾向于欧墨尼斯,另一些人倾向于自己,从而陷入了这一不幸。
§22.13.10καλεῖν δʼ ἐκέλευε κατὰ πρόσωπον, εἴ τις αὐτοῦ κατηγορεῖ.
他还要求,如果有人指责他,就应当面召来对质。
§22.13.11τοῦτο δʼ ἐποίει πεπεισμένος μηδένα τολμήσειν διὰ τὸν φόβον, τῷ δοκεῖν τὴν μὲν ἐκ Φιλίππου τιμωρίαν ἐκ χειρὸς ἔσεσθαι τοῖς ἀντιπράξασιν, τὴν δὲ Ῥωμαίων ἐπικουρίαν μακρὰν ἀφεστάναι.
他之所以这样做,是因为确信由于恐惧没有人敢于这样做,因为在人们看来,来自腓力的惩罚对反对者而言将是立竿见影的,而罗马人的援助却远在天边。
§22.13.12τῶν δὲ περὶ τὸν Ἄππιον οὐ φασκόντων προσδεῖσθαι δικαιολογίας, σαφῶς γὰρ εἰδέναι τὰ γεγονότα καὶ τὸν αἴτιον τούτων, εἰς ἀπορίαν ἐνέπιπτεν ὁ Φίλιππος.
但由于阿庇乌斯一行表示不需要进一步的辩解,因为他们清楚地知道发生的事情以及谁是罪魁祸首,腓力便陷入了困境。
§22.13.13καὶ τὴν μὲν πρώτην ἔντευξιν ἄχρι τού
第一次会面到此为止……

词汇与语法注释

  1. §22.13.2ἐπὶ τῷ δοκεῖν πανταχόθεν αὐτοῦ περιτέμνεσθαι τὴν ἀρχήν — 带冠词不定式 τῷ δοκεῖν 充当前置词 ἐπί 的与格宾语,表示情感的原因(因……而感到痛苦)。其后接补足语“对格加不定式”结构 περιτέμνεσθαι τὴν ἀρχήν(统治权被削减),其中 τὴν ἀρχήν 是被动不定式 περιτέμνεσθαι 的逻辑主语。
  2. §22.13.9αὐτοὺς ἐν αὑτοῖς στασιάζοντας Μαρωνείτας ... ἐμπεπτωκέναι — 这是由表示陈述的分词 φάσκων 引导的“对格加不定式”结构。对格名词 Μαρωνείτας 是不定式 ἐμπεπτωκέναι 的逻辑主语,而分配性短语 τοὺς μὲν ... τοὺς δὲ ...(一些人……另一些人……)与 Μαρωνείτας 构成同位语关系(部分与整体同位)。
  3. §22.13.11τῷ δοκεῖν — 与格的带冠词不定式,表示原因。其后接的不定式短语(τιμωρίαν ... ἔσεσθαι 与 ἐπικουρίαν ... ἀφεστάναι)充当 δοκεῖν 的主语,表明确信的依据(“因在人们看来……”)。

引用这一段

波利比奥斯, 历史 §22.13.1-22.13.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:22.13.1-22.13.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。