§22.12.1ποιησαμένων δὲ καὶ τούτων πρὸς ἀλλήλους ἐκ συγκαταθέσεως τὴν δικαιολογίαν, καὶ διδασκόντων τὴν σύγκλητον τῶν μὲν περὶ τὸν Ἀπολλωνίδαν τὸν Σικυώνιον ὡς ἀδύνατον εἴη τὸ παράπαν ἄμεινον χειρισθῆναι τὰ κατὰ τὴν Σπάρτην ἢ νῦν κεχείρισται διὰ τῶν Ἀχαιῶν καὶ διὰ Φιλοποίμενος, §22.12.2τῶν δὲ περὶ τὸν Ἀρέα τἀναντία πειρωμένων λέγειν καὶ φασκόντων πρῶτον μὲν καταλελύσθαι τὴν τῆς πόλεως δύναμιν ἐξηγμένου τοῦ πλήθους μετὰ βίας, εἶτʼ ἐν αὐτοῖς ἐπισφαλῆ καὶ ἀπαρρησίαστον καταλείπεσθαι τὴν πολιτείαν, §22.12.3ἐπισφαλῆ μὲν ὀλίγοις οὖσιν καὶ τούτοις τῶν τειχῶν περιῃρημένων, ἀπαρρησίαστον δὲ διὰ τὸ μὴ μόνον τοῖς κοινοῖς δόγμασιν τῶν Ἀχαιῶν πειθαρχεῖν, ἀλλὰ καὶ κατʼ ἰδίαν ὑπηρετεῖν τοῖς ἀεὶ καθισταμένοις ἄρχουσιν, §22.12.4διακούσασα καὶ τούτων ἡ σύγκλητος ἔκρινε τοῖς αὐτοῖς πρεσβευταῖς δοῦναι καὶ περὶ τούτων ἐντολάς, καὶ κατέστησεν πρεσβευτὰς ἐπὶ τὴν Μακεδονίαν καὶ τὴν Ἑλλάδα τοὺς περὶ Ἄππιον Κλαύδιον.
在这些人也经双方同意进行了辩解,且西库昂的阿波罗尼达斯一行向元老院说明,斯巴达的事务绝不可能比现在由阿哈伊亚人和菲洛皮门所处理得更好之后,阿雷乌斯一行则试图说明相反的情况,声称首先,由于民众被强行驱逐,城邦的力量已被摧毁,其次,在他们中间留下的政体是危险且没有言论自由的,危险是因为他们人数稀少,而且城墙已被拆除,没有言论自由是因为他们不仅要服从阿哈伊亚人的公共决议,还要在私下里侍奉随时任命的行政官,元老院在听取了这些意见后,决定对同样的使节也给予关于这些事务的指令,并任命阿庇乌斯·克劳狄一行作为前往马其顿和希腊的使节。
§22.12.5Ἀπελογήθησαν δὲ καὶ πρὸς τὸν Καικίλιον ὑπὲρ τῶν ἀρχόντων οἱ παρὰ τῶν Ἀχαιῶν πρέσβεις ἐν τῇ συγκλήτῳ, φάσκοντες οὐθὲν ἀδικεῖν αὐτοὺς οὐδʼ ἀξίους ἐγκλήματος ὑπάρχειν ἐπὶ τῷ μὴ συνάγειν τὴν ἐκκλησίαν· §22.12.6νόμον γὰρ εἶναι παρὰ τοῖς Ἀχαιοῖς μὴ συγκαλεῖν τοὺς πολλούς, ἐὰν μὴ περὶ συμμαχίας ἢ πολέμου δέῃ γίνεσθαι διαβούλιον ἢ παρὰ τῆς συγκλήτου τις ἐνέγκῃ γράμματα.
来自阿哈伊亚人的使节也在元老院中为行政官们向凯基利乌斯申辩,声称他们没有任何过错,也不应因未召集民会而受到指责;因为阿哈伊亚人中有一条法律,规定除非需要就同盟或战争进行商议,或者有人带来了元老院的信件,否则不得召集大众。
§22.12.7διὸ καὶ δικαίως τότε βουλεύσασθαι μὲν τοὺς ἄρχοντας συγκαλεῖν τοὺς Ἀχαιοὺς εἰς ἐκκλησίαν, κωλύεσθαι δʼ ὑπὸ τῶν νόμων διὰ τὸ μήτε γράμματα φέρειν αὐτὸν παρὰ τῆς συγκλήτου μήτε τὰς ἐντολὰς ἐγγράπτους ἐθέλειν δοῦναι τοῖς ἄρχουσιν.
因此,行政官们当时商议召集阿哈伊亚人举行民会是完全正当的,但由于他既未带来元老院的信件,又不愿将指令以书面形式给行政官,因此受到了法律的阻碍。
§22.12.8ὧν ῥηθέντων ἀναστὰς Καικίλιος τῶν τε περὶ τὸν Φιλοποίμενα καὶ Λυκόρταν κατηγόρησεν καὶ καθόλου τῶν Ἀχαιῶν καὶ τῆς οἰκονομίας, ᾗ περὶ τῆς τῶν Λακεδαιμονίων ἐκέχρηντο πόλεως.
话音刚落,凯基利乌斯站起身来,指责了菲洛皮门和吕科尔塔斯一行,并全面指责了阿哈伊亚人以及他们对拉栖代梦人城邦所采用的处置方式。
§22.12.9ἡ δὲ σύγκλητος διακούσασα τῶν λεγομένων ἔδωκε τοῖς Ἀχαιοῖς ἀπόκρισιν ὅτι περὶ μὲν τῶν κατὰ Λακεδαίμονα πέμψει τοὺς ἐπισκεψομένους· §22.12.10τοῖς δὲ πρεσβευταῖς τοῖς αἰεὶ παρʼ ἑαυτῶν ἐκπεμπομένοις παρῄνει προσέχειν τὸν νοῦν καὶ καταδοχὴν ποιεῖσθαι τὴν ἁρμόζουσαν, καθάπερ καὶ Ῥωμαῖοι ποιοῦνται τῶν παραγινομένων πρὸς αὐτοὺς πρεσβευτῶν.
元老院听取了这些发言后,给阿哈伊亚人答复说,关于拉栖代梦的事务,元老院将派遣人员前往视察;并告诫他们要对随时由自身派出的使节给予重视并进行妥善的接纳,正如罗马人也对来到他们面前的使节所做的那样。