§21.6.1οἱ δὲ Φωκαιεῖς, τὰ μὲν ὑπὸ τῶν ἀπολειφθέντων Ῥωμαίων ἐν ταῖς ναυσὶν ἐπισταθμευόμενοι, τὰ δὲ τὰς ἐπιταγὰς δυσχερῶς φέροντες, ἐστασίαζον.
一方、フォカイア人たちは、船に残されたローマ人たちから宿舎の提供を強要され、他方では、その命令に不満を抱いて、暴動を起こしていた。
— §21.6.2ὅτι κατὰ τοὺς αὐτοὺς χρόνους οἱ τῶν Φωκαιέων ἄρχοντες, δεδιότες τάς τε τῶν πολλῶν ὁρμὰς διὰ τὴν σιτοδείαν καὶ τὴν τῶν Ἀντιοχιστῶν φιλοτιμίαν, ἐξέπεμψαν πρεσβευτὰς πρὸς Σέλευκον, ὄντα πρὸς τοῖς ὅροις τῆς χώρας αὐτῶν,
— 同じ頃、フォカイアの指導者たちは、食糧不足による民衆の衝動と、アンティオコス派の野心を恐れ、自国の領土の境界まで来ていたセレウコスのもとへ使節を派遣した。
§21.6.3ἀξιοῦντες μὴ πελάζειν τῆς πόλεως, ὅτι πρόκειται σφίσι τὴν ἡσυχίαν ἄγειν καὶ καραδοκεῖν τὴν τῶν ὅλων κρίσιν, μετὰ δὲ ταῦτα πειθαρχεῖν τοῖς εἰρημένοις.
彼らは都市に近づかないよう要求し、自分たちには平静を保って大局の帰勢を見極める方針があり、その後で決定された事項に従うつもりであると主張した。
§21.6.4ἦσαν δὲ τῶν πρεσβευτῶν ἴδιοι μὲν τοῦ Σελεύκου καὶ ταύτης τῆς ὑποθέσεως Ἀρίσταρχος καὶ Κάσσανδρος καὶ Ῥόδων, ἐναντίοι δὲ καὶ πρὸς Ῥωμαίους ἀπονενευκότες Ἡγίας καὶ Γελίας.
使節たちのうち、アリスタルコス、カッサンドロス、ロドンはセレウコスに親しく、この方針を支持していたが、ヘギアスとゲリアスはこれに反対し、ローマ人の方に傾いていた。
§21.6.5ὧν συμμιξάντων ὁ Σέλευκος εὐθέως τοὺς μὲν περὶ τὸν Ἀρίσταρχον ἀνὰ χεῖρας εἶχε, τοὺς δὲ περὶ τὸν Ἡγίαν παρεώρα.
彼らが合流すると、セレウコスは直ちにアリスタルコスらを手厚くもてなしたが、ヘギアスらのことは無視した。
§21.6.6πυθόμενος δὲ τὴν ὁρμὴν τῶν πολλῶν καὶ τὴν σπάνιν τοῦ σίτου, παρεὶς τὸν χρηματισμὸν καὶ τὴν ἔντευξιν τῶν παραγεγονότων προῆγε πρὸς τὴν πόλιν.
しかし、民衆の衝動と食糧不足を聞き知ると、使節たちへの対応や謁見を後回しにして、都市へと進軍した。
— §21.6.7ἐξελθόντες μὲν Γάλλοι δύο μετὰ τύπων καὶ προστηθιδίων ἐδέοντο μηδὲν ἀνήκεστον βουλεύεσθαι περὶ τῆς πόλεως.
— 二人のガッロイが神像と胸飾りを身につけて出てきて、都市に対して取り返しのつかない決定を下さないよう懇願した。
—
—