§21.5.1οὗτοι μὲν οὖν ἐπανῄεσαν βουλευσόμενοι περὶ τῶν προειρημένων·
οὗτοι 彼らは、前述の事柄について相談するために帰っていった。
§21.5.2οἱ δὲ περὶ τὸν Ἐχέδημον συμμίξαντες τοῖς ἀποκλήτοις ἐβουλεύοντο περὶ τῶν προειρημένων.
οἱ 一方、エケデモスらはアポクレトイ(アイトリアの諮問会議)と合流し、前述の事柄について相談した。
§21.5.3ἦν δὲ τῶν ἐπιταττομένων τὸ μὲν ἀδύνατον διὰ τὸ πλῆθος τῶν χρημάτων, τὸ δὲ φοβερὸν διὰ τὸ πρότερον αὐτοὺς ἀπατηθῆναι, καθʼ ὃν καιρὸν ἐπινεύσαντες ὑπὲρ τῆς ἐπιτροπῆς παρὰ μικρὸν εἰς τὴν ἅλυσιν ἐνέπεσον.
ἦν 要求された事柄のうち、一方は金額の多さのゆえに実行不可能であり、他方は、かつて彼らが決定権の委ね(エピトロペー)に同意したものの、もう少しで鎖につながれるところであった時に欺かれた経験があったため、恐ろしいものであった。
§21.5.4διόπερ ἀπορούμενοι καὶ δυσχρηστούμενοι περὶ ταῦτα πάλιν ἐξέπεμπον τοὺς αὐτοὺς δεησομένους ἢ τῶν χρημάτων ἀφελεῖν, ἵνα δύνωνται τελεῖν, ἢ τῆς ἐπιτροπῆς ἐκτὸς ποιῆσαι τοὺς πολιτικοὺς ἄνδρας καὶ τὰς γυναῖκας.
διόπερ それゆえ、彼らはこれらについて途方に暮れ、困難に陥って、金額を減額して支払うことができるようにするか、あるいは、公職にある男性たちと女性たちを決定権委ねの対象から外すように懇願するため、再び同じ使節たちを派遣した。
§21.5.5οἳ καὶ συμμίξαντες τοῖς περὶ τὸν Πόπλιον διεσάφουν τὰ δεδογμένα.
οἳ 彼らはプブリウスらと会合し、決定事項を明確に伝えた。
§21.5.6τοῦ δὲ Λευκίου φήσαντος ἐπὶ τούτοις ἔχειν παρὰ τῆς συγκλήτου τὴν ἐξουσίαν, ἐφʼ οἷς ἀρτίως εἶπεν, οὗτοι μὲν αὖθις ἐπανῆλθον,
τοῦ しかし、ルキウスが自分は先ほど述べた条件においてのみ元老院から権限を与えられていると言ったため、彼らは再び引き返した。
§21.5.7οἱ δὲ περὶ τὸν Ἐχέδημον ἐπακολουθήσαντες εἰς τὴν Ὑπάταν συνεβούλευσαν τοῖς Αἰτωλοῖς, ἐπεὶ τὰ τῆς διαλύσεως ἐμποδίζοιτο κατὰ τὸ παρόν, ἀνοχὰς αἰτησαμένους καὶ τῶν ἐνεστώτων κακῶν ὑπέρθεσιν ποιησαμένους πρεσβεύειν πρὸς τὴν σύγκλητον, κἂν μὲν ἐπιτυγχάνωσι περὶ τῶν ἀξιουμένων· §21.5.8εἰ δὲ μή, τοῖς καιροῖς ἐφεδρεύειν.
οἱ 一方、エケデモスらは続けてヒュパタへと赴き、アイトリア人たちに対し、現在は和解の件が妨げられているので、休戦を要請して現在の危難を先送りした上で元老院に使節を派遣し、もし要求が受け入れられるならばそれに従い、 εἰ そうでなければ、機会をうかがって待つようにと助言した。
§21.5.9χείρω μὲν γὰρ ἀδύνατον γενέσθαι τῶν ὑποκειμένων τὰ περὶ σφᾶς, βελτίω γε μὴν οὐκ ἀδύνατον διὰ πολλὰς αἰτίας.
χείρω なぜなら、彼らの状況が現在より悪化することはあり得ず、多くの理由から、好転することは不可能ではないからである。
§21.5.10φανέντων δὲ καλῶς λέγειν τῶν περὶ τὸν Ἐχέδημον, ἔδοξε πρεσβεύειν τοῖς Αἰτωλοῖς ὑπὲρ τῶν ἀνοχῶν.
φανέντων エケデモスらがもっともな提案をしていると思われたので、アイトリア人たちは休戦を求めて使節を派遣することを決定した。
§21.5.11ἀφικόμενοι δὲ πρὸς τὸν Λεύκιον ἐδέοντο συγχωρηθῆναι σφίσι κατὰ τὸ παρὸν ἑξαμήνους ἀνοχάς, ἵνα πρεσβεύσωσι πρὸς τὴν σύγκλητον.
ἀφικόμενοι 彼らはルキウスのもとに到着すると、元老院に使節を派遣できるよう、当面は自分たちに六ヶ月の休戦を認めてくれるよう懇願した。
§21.5.12ὁ δὲ Πόπλιος, πάλαι πρὸς τὰς κατὰ τὴν Ἀσίαν πράξεις παρωρμημένος, ταχέως ἔπεισε τὸν ἀδελφὸν ὑπακοῦσαι τοῖς ἀξιουμένοις.
ὁ かねてよりアジアでの行動に心を駆り立てられていたプブリウスは、ただちに自らの兄弟を説得して、彼らの要求に応じさせた。
§21.5.13γραφεισῶν δὲ τῶν ὁμολογιῶν, ὁ μὲν Μάνιος, λύσας τὴν πολιορκίαν καὶ παραδοὺς ἅπαν τὸ στράτευμα καὶ τὰς χορηγίας τοῖς περὶ τὸν Λεύκιον, εὐθέως ἀπηλλάττετο μετὰ τῶν χιλιάρχων εἰς τὴν Ῥώμην.
γραφεισῶν 合意文書が交わされると、マニウスは包囲を解き、全軍隊と物資をルキウスらに引き渡した上で、直ちに千人隊長たちとともにローマへと帰還の途についた。