Humanitext Reader

波利比奥斯 · 历史 §21.6.1-21.6.7

福凯亚的内乱与塞琉古的进军

第 966 段,共 1311 段 · 希腊语

内容简介

福凯亚因罗马军队强行宿营而爆发内乱,执政官派使者请求塞琉古不要靠近。塞琉古在得知城内粮缺和动荡后无视使者直接进军,仅受到两位迦洛伊祭司的哀求。

§21.6.1οἱ δὲ Φωκαιεῖς, τὰ μὲν ὑπὸ τῶν ἀπολειφθέντων Ῥωμαίων ἐν ταῖς ναυσὶν ἐπισταθμευόμενοι, τὰ δὲ τὰς ἐπιταγὰς δυσχερῶς φέροντες, ἐστασίαζον.
测量福凯亚人,一方面因被留在船上的罗马人强行宿营而深感痛苦,另一方面因难以忍受这些命令,因而发动了暴动。
§21.6.2ὅτι κατὰ τοὺς αὐτοὺς χρόνους οἱ τῶν Φωκαιέων ἄρχοντες, δεδιότες τάς τε τῶν πολλῶν ὁρμὰς διὰ τὴν σιτοδείαν καὶ τὴν τῶν Ἀντιοχιστῶν φιλοτιμίαν, ἐξέπεμψαν πρεσβευτὰς πρὸς Σέλευκον, ὄντα πρὸς τοῖς ὅροις τῆς χώρας αὐτῶν, §21.6.3ἀξιοῦντες μὴ πελάζειν τῆς πόλεως, ὅτι πρόκειται σφίσι τὴν ἡσυχίαν ἄγειν καὶ καραδοκεῖν τὴν τῶν ὅλων κρίσιν, μετὰ δὲ ταῦτα πειθαρχεῖν τοῖς εἰρημένοις.
— 与此同时,福凯亚的执政官们由于担心粮食匮乏而引起的民众骚乱,以及安条克派的野心,向已抵达他们领土边界的塞琉古派遣了使者,请求他不要靠近城市,因为他们的意图是保持中立并静观全局的发展,在此之后再服从胜者。
§21.6.4ἦσαν δὲ τῶν πρεσβευτῶν ἴδιοι μὲν τοῦ Σελεύκου καὶ ταύτης τῆς ὑποθέσεως Ἀρίσταρχος καὶ Κάσσανδρος καὶ Ῥόδων, ἐναντίοι δὲ καὶ πρὸς Ῥωμαίους ἀπονενευκότες Ἡγίας καὶ Γελίας.
在这些使者中,阿里斯塔库斯、卡桑德和罗顿与塞琉古交好并支持这一主张,而赫吉亚斯和格利亚斯则持反对意见,倾向于罗马人。
§21.6.5ὧν συμμιξάντων ὁ Σέλευκος εὐθέως τοὺς μὲν περὶ τὸν Ἀρίσταρχον ἀνὰ χεῖρας εἶχε, τοὺς δὲ περὶ τὸν Ἡγίαν παρεώρα.
当他们会面时,塞琉古立即热情接见了阿里斯塔库斯一行,而对赫吉亚斯一行冷眼旁观。
§21.6.6πυθόμενος δὲ τὴν ὁρμὴν τῶν πολλῶν καὶ τὴν σπάνιν τοῦ σίτου, παρεὶς τὸν χρηματισμὸν καὶ τὴν ἔντευξιν τῶν παραγεγονότων προῆγε πρὸς τὴν πόλιν.
但当他得知民众的骚乱和粮食的短缺后,便搁置了对使者的正式答复和接见,径直向该城进军。
§21.6.7ἐξελθόντες μὲν Γάλλοι δύο μετὰ τύπων καὶ προστηθιδίων ἐδέοντο μηδὲν ἀνήκεστον βουλεύεσθαι περὶ τῆς πόλεως.
— 两名佩带着神像和胸饰的迦洛伊走了出来,恳求他不要对城市采取任何无可挽回的行动。

词汇与语法注释

  1. 21.6.1ἐπισταθμευόμενοι — 被动语态分词,前面的 `ὑπὸ τῶν ἀπολειφθέντων Ῥωμαίων`(被留下的罗马人)表示施动者。该词指代当时将军队强行安置于民宅(宿营)的历史与军事惯例。
  2. 21.6.3τοῖς εἰρημένοις — 动词 `πειθαρχεῖν`(服从)的与格补足语。字面意思是“所说之事”,在此指在大局尘埃落定后胜者下达的命令,或在上下文中指代“胜者们”本身。
  3. 21.6.4ἴδιοι μὲν τοῦ Σελεύκου — 形容词 `ἴδιος`(亲近的、专有的)带属格 `τοῦ Σελεύκου`,意为“与塞琉古亲近的人”。此结构与后面修饰 `Ἡγίας` 和 `Γελίας` 的形容词 `ἐναντίοι`(反对者)形成对比。

引用这一段

波利比奥斯, 历史 §21.6.1-21.6.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:21.6.1-21.6.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。