§21.7.1πυρφόρος, ᾧ ἐχρήσατο Παυσίστρατος ὁ τῶν Ῥοδίων ναύαρχος.
「火吹き装置」であり、ロドス人の提督パウシストラトスがこれを用いた。
§21.7.2ἦν δὲ κημός·
それは火籠であった。
ἐξ ἑκατέρου δὲ τοῦ μέρους τῆς πρώρρας ἀγκύλαι δύο παρέκειντο παρὰ τὴν ἐντὸς ἐπιφάνειαν τῶν τοίχων, εἰς ἃς ἐνηρμόζοντο κοντοὶ προτείνοντες τοῖς κέρασιν εἰς θάλατταν.
船首の両側で、船壁の内面に沿って二つの受け金具が並んで備えられており、それらに、先端を海へと突き出した竿が嵌め込まれていた。
§21.7.3ἐπὶ δὲ τὸ τούτων ἄκρον ὁ κημὸς ἁλύσει σιδηρᾷ προσήρτητο πλήρης πυρός,
そして、これらの竿の先端に、火で満たされた火籠が鉄の鎖で吊り下げられていた。
§21.7.4ὥστε κατὰ τὰς ἐμβολὰς καὶ παραβολὰς εἰς μὲν τὴν πολεμίαν ναῦν ἐκτινάττεσθαι πῦρ, ἀπὸ δὲ τῆς οἰκείας πολὺν ἀφεστάναι τόπον διὰ τὴν ἔγκλισιν.
その結果、衝突や接舷の際に、敵船には火が浴びせかけられる一方で、自船からは、その傾斜によって十分に離れた位置に火が保たれるようになっていた。
— §21.7.5ὅτι Παμφιλίδας ὁ τῶν Ῥοδίων ναύαρχος ἐδόκει πρὸς πάντας τοὺς καιροὺς εὐαρμοστότερος εἶναι τοῦ Παυσιστράτου διὰ τὸ βαθύτερος τῇ φύσει καὶ στασιμώτερος μᾶλλον ἢ τολμηρότερος ὑπάρχειν.
— ロドス人の提督パムフィリダスは、本性において思慮深く、大胆であるよりはむしろ沈着冷静であったため、あらゆる不測の事態に対してパウシストラトスよりも適任であると思われた。
§21.7.6ἀγαθοὶ γὰρ οἱ πολλοὶ τῶν ἀνθρώπων οὐκ ἐκ τῶν κατὰ λόγον, ἀλλʼ ἐκ τῶν συμβαινόντων ποιεῖσθαι τὰς διαλήψεις.
というのも、多くの人々は、合理的な根拠からではなく、生じた結果から判断を下す傾向があるからである。
§21.7.7ἄρτι γὰρ διʼ αὐτὸ τοῦτο προκεχειρισμένοι τὸν Παυσίστρατον, διὰ τὸ πρᾶξιν ἔχειν τινὰ καὶ τόλμαν, παραχρῆμα μετέπιπτον εἰς τἀναντία ταῖς γνώμαις διὰ τὴν περιπέτειαν.
実際、ほんの少し前にはまさにそのこと、すなわち実行力と大胆さを備えているという理由でパウシストラトスを選出したばかりであったのに、形勢の急変によって、彼らは直ちに正反対の意見へと一変したのである。
—
—