Humanitext Reader

波利比奥斯 · 历史 §21.5.1-21.5.13

准予埃托利亚休战与马尼乌斯回国

第 965 段,共 1311 段 · 希腊语

内容简介

埃托利亚人因罗马人的苛刻条件而极度困扰,但在雅典使者埃赫德莫斯的建议下,请求休战以便向元老院派遣使团;急于向亚洲进军的普布利乌斯说服卢基乌斯准予六个月的休战,马尼乌斯随之解围并返回罗马。

§21.5.1οὗτοι μὲν οὖν ἐπανῄεσαν βουλευσόμενοι περὶ τῶν προειρημένων· §21.5.2οἱ δὲ περὶ τὸν Ἐχέδημον συμμίξαντες τοῖς ἀποκλήτοις ἐβουλεύοντο περὶ τῶν προειρημένων.
οὗτοι 于是,这些人回去商讨前述事务; οἱ 而埃赫德莫斯一行则与阿波克雷托伊(特选会议)会合,共同商讨前述事务。
§21.5.3ἦν δὲ τῶν ἐπιταττομένων τὸ μὲν ἀδύνατον διὰ τὸ πλῆθος τῶν χρημάτων, τὸ δὲ φοβερὸν διὰ τὸ πρότερον αὐτοὺς ἀπατηθῆναι, καθʼ ὃν καιρὸν ἐπινεύσαντες ὑπὲρ τῆς ἐπιτροπῆς παρὰ μικρὸν εἰς τὴν ἅλυσιν ἐνέπεσον.
ἦν 在所提要求中,一项目标由于金额巨大而无法实现,另一项则令人恐惧,因为他们先前曾有过被骗的经历,当时他们同意全权委托,结果险些被套上锁链。
§21.5.4διόπερ ἀπορούμενοι καὶ δυσχρηστούμενοι περὶ ταῦτα πάλιν ἐξέπεμπον τοὺς αὐτοὺς δεησομένους ἢ τῶν χρημάτων ἀφελεῖν, ἵνα δύνωνται τελεῖν, ἢ τῆς ἐπιτροπῆς ἐκτὸς ποιῆσαι τοὺς πολιτικοὺς ἄνδρας καὶ τὰς γυναῖκας.
διόπερ 因此,他们对此感到无所适从、深陷困境,于是再次发出同样的使者,请求要么减少金额以便能够支付,要么将政界人士和妇女排除在全权委托之外。
§21.5.5οἳ καὶ συμμίξαντες τοῖς περὶ τὸν Πόπλιον διεσάφουν τὰ δεδογμένα.
οἳ 这些使者与普布利乌斯一行会面,并表明了他们的决定。
§21.5.6τοῦ δὲ Λευκίου φήσαντος ἐπὶ τούτοις ἔχειν παρὰ τῆς συγκλήτου τὴν ἐξουσίαν, ἐφʼ οἷς ἀρτίως εἶπεν, οὗτοι μὲν αὖθις ἐπανῆλθον,
τοῦ 但由于卢基乌斯声称自己从元老院获得的授权仅限于他刚才所说的那些条件,他们便再次返回。
§21.5.7οἱ δὲ περὶ τὸν Ἐχέδημον ἐπακολουθήσαντες εἰς τὴν Ὑπάταν συνεβούλευσαν τοῖς Αἰτωλοῖς, ἐπεὶ τὰ τῆς διαλύσεως ἐμποδίζοιτο κατὰ τὸ παρόν, ἀνοχὰς αἰτησαμένους καὶ τῶν ἐνεστώτων κακῶν ὑπέρθεσιν ποιησαμένους πρεσβεύειν πρὸς τὴν σύγκλητον, κἂν μὲν ἐπιτυγχάνωσι περὶ τῶν ἀξιουμένων· §21.5.8εἰ δὲ μή, τοῖς καιροῖς ἐφεδρεύειν.
οἱ 埃赫德莫斯一行紧随其后前往许帕塔,向埃托利亚人建议,既然目前的和解遇到了障碍,他们应当请求休战,并在推延眼前的危难后向元老院派遣使团,如果他们的请求能获得成功则罢; εἰ 如果不能成功,就静待时机。
§21.5.9χείρω μὲν γὰρ ἀδύνατον γενέσθαι τῶν ὑποκειμένων τὰ περὶ σφᾶς, βελτίω γε μὴν οὐκ ἀδύνατον διὰ πολλὰς αἰτίας.
χείρω 因为他们的处境不可能比当前的情况更糟,但由于诸多原因,处境变好却并非不可能。
§21.5.10φανέντων δὲ καλῶς λέγειν τῶν περὶ τὸν Ἐχέδημον, ἔδοξε πρεσβεύειν τοῖς Αἰτωλοῖς ὑπὲρ τῶν ἀνοχῶν.
φανέντων 既然埃赫德莫斯等人的提议显得合情合理,埃托利亚人便决定为请求休战而派使。
§21.5.11ἀφικόμενοι δὲ πρὸς τὸν Λεύκιον ἐδέοντο συγχωρηθῆναι σφίσι κατὰ τὸ παρὸν ἑξαμήνους ἀνοχάς, ἵνα πρεσβεύσωσι πρὸς τὴν σύγκλητον.
ἀφικόμενοι 他们来到卢基乌斯那里,请求在目前允许他们六个月的休战,以便能向元老院派遣使团。
§21.5.12ὁ δὲ Πόπλιος, πάλαι πρὸς τὰς κατὰ τὴν Ἀσίαν πράξεις παρωρμημένος, ταχέως ἔπεισε τὸν ἀδελφὸν ὑπακοῦσαι τοῖς ἀξιουμένοις.
ὁ 而早就渴望在亚洲展开行动的普布利乌斯,很快便说服了他的兄弟顺从他们的请求。
§21.5.13γραφεισῶν δὲ τῶν ὁμολογιῶν, ὁ μὲν Μάνιος, λύσας τὴν πολιορκίαν καὶ παραδοὺς ἅπαν τὸ στράτευμα καὶ τὰς χορηγίας τοῖς περὶ τὸν Λεύκιον, εὐθέως ἀπηλλάττετο μετὰ τῶν χιλιάρχων εἰς τὴν Ῥώμην.
γραφεισῶν 在签署协定后,马尼乌斯解除了包围,将全部军队和补给物资移交给卢基乌斯一行,随即与千人队长们一同返回罗马。

词汇与语法注释

  1. §21.5.3ἦν δὲ τῶν ἐπιταττομένων τὸ μὲν ἀδύνατον... τὸ δὲ φοβερὸν — τῶν ἐπιταττομένων 是部分属格,与后文的 τὸ μὲν... τὸ δὲ... 相呼应。动词 ἦν 为单数形式,与中性单数主语一致,在此作为两个分句的共同谓语。
  2. §21.5.3παρὰ μικρὸν — 表示“几乎”、“差一点就……”的惯用副词短语。伴随直陈式过去时(ἐνέπεσον),表示在过去极接近发生但最终被避免的事态。
  3. §21.5.7κἂν μὲν ἐπιτυγχάνωσι... εἰ δὲ μή — κἂν μὲν... 选言的归结(如“那便好”等)被省略,逻辑直接过渡到第二个条件从句 εἰ δὲ μή 及其伴随的不定式 ἐφεδρεύειν。这些都处于前句 συνεβούλευσαν(建议)的间接命令(不定式)框架内。
  4. §21.5.9χείρω... τῶν ὑποκειμένων — τῶν ὑποκειμένων 是比较属格,修饰比较级 χείρω(更糟)。它指的是埃托利亚人当前的处境,意为“比当前的情况更糟”。

引用这一段

波利比奥斯, 历史 §21.5.1-21.5.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:21.5.1-21.5.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。