§21.4.1ὅτι πολιορκουμένων τῶν Ἀμφισσέων ὑπὸ Μανίου τοῦ Ῥωμαίων στρατηγοῦ, κατὰ τὸν καιρὸν τοῦτον ὁ τῶν Ἀθηναίων δῆμος, πυνθανόμενος τήν τε τῶν Ἀμφισσέων ταλαιπωρίαν καὶ τὴν τοῦ Ποπλίου παρουσίαν, ἐξαπέστειλε πρεσβευτὰς τοὺς περὶ τὸν Ἐχέδημον,
ὅτι ローマの将軍マニウスによってアムピッサの人々が包囲されていたとき、ちょうどこの時期にアテナイの民衆は、アムピッサの人々の窮状とプブリウスの到来を知って、エケデモスらを使節として派遣した。
§21.4.2ἐντειλάμενος ἅμα μὲν ἀσπάσασθαι τοὺς περὶ τὸν Λεύκιον καὶ Πόπλιον, ἅμα δὲ καταπειράζειν τῆς πρὸς Αἰτωλοὺς διαλύσεως.
ἐντειλάμενος 彼らに命じたのは、ルキウスとプブリウスの一行に挨拶を伝えること、同時にアイトリア人との和解の道を打診することであった。
§21.4.3ὧν παραγενομένων ἀσμένως ἀποδεξάμενος ὁ Πόπλιος ἐφιλανθρώπει τοὺς ἄνδρας, θεωρῶν ὅτι παρέξονται χρείαν αὐτῷ πρὸς τὰς προκειμένας ἐπιβολάς.
ὧν 彼らが到着すると、プブリウスは彼らを喜んで迎え、親切に接した。 彼らが自身の当面の企てにとって役立つだろうと考えたからである。
§21.4.4ὁ γὰρ προειρημένος ἀνὴρ ἐβούλετο θέσθαι μὲν καλῶς τὰ κατὰ τοὺς Αἰτωλούς· εἰ δὲ μὴ συνυπακούοιεν, πάντως διειλήφει παραλιπὼν ταῦτα διαβαίνειν εἰς τὴν Ἀσίαν,
ὁ というのも、前述の男はアイトリア人をめぐる情勢をうまく解決したいと望んでいたが、もし彼らが従わないのであれば、これらを放置して何としてもアジアへと渡る決意を固めていたからである。
§21.4.5σαφῶς γινώσκων διότι τὸ τέλος ἐστὶ τοῦ πολέμου καὶ τῆς ὅλης ἐπιβολῆς οὐκ ἐν τῷ χειρώσασθαι τὸ τῶν Αἰτωλῶν ἔθνος, ἀλλʼ ἐν τῷ νικήσαντας τὸν Ἀντίοχον κρατῆσαι τῆς Ἀσίας.
σαφῶς 彼は、戦争および計画全体の目的が、アイトリアの民族を屈服させることにあるのではなく、アンティオコスを破ってアジアを支配下に置くことにあると、明確に理解していた。
§21.4.6διόπερ ἅμα τῷ μνησθῆναι τοὺς Ἀθηναίους ὑπὲρ τῆς διαλύσεως, ἑτοίμως προσδεξάμενος τοὺς λόγους ἐκέλευσε παραπλησίως πειράζειν αὐτοὺς καὶ τῶν Αἰτωλῶν.
διόπερ それゆえアテナイ人が和解に言及するやいなや、彼は快くその提案を受け入れ、アイトリア人に対しても同様に働きかけるよう彼らに命じた。
§21.4.7οἱ δὲ περὶ τὸν Ἐχέδημον, προδιαπεμψάμενοι καὶ μετὰ ταῦτα πορευθέντες εἰς τὴν Ὑπάταν αὐτοί, διελέγοντο περὶ τῆς διαλύσεως τοῖς ἄρχουσι τῶν Αἰτωλῶν.
οἱ 一方、エケデモスらはあらかじめ使者を送り、その後に自らもヒュパタへと赴いて、アイトリアの指導者たちと和解について話し合った。
§21.4.8ἑτοίμως δὲ κἀκείνων συνυπακουόντων κατεστάθησαν οἱ συμμίξοντες τοῖς Ῥωμαίοις·
ἑτοίμως 彼らも快く応じたため、ローマ人と会談する者たちが選出された。
§21.4.9οἳ καὶ παραγενόμενοι πρὸς τοὺς περὶ τὸν Πόπλιον, καταλαβόντες αὐτοὺς στρατοπεδεύοντας ἐν ἑξήκοντα σταδίοις ἀπὸ τῆς Ἀμφίσσης, πολλοὺς διετίθεντο λόγους, ἀναμιμνήσκοντες τῶν γεγονότων σφίσι φιλανθρώπων πρὸς Ῥωμαίους.
οἳ 彼らはプブリウスたちのもとにやってきて、アムピッサから六十スタディオンの距離に彼らが宿営しているのを見出すと、多くの言葉を尽くし、ローマ人に対して自分たちが過去に行った親切な行為を思い起こさせた。
§21.4.10ἔτι δὲ πρᾳότερον καὶ φιλανθρωπότερον ὁμιλήσαντος τοῦ Ποπλίου καὶ προφερομένου τάς τε κατὰ τὴν Ἰβηρίαν καὶ τὴν Λιβύην πράξεις καὶ διασαφοῦντος τίνα τρόπον κέχρηται τοῖς κατʼ ἐκείνους τοὺς τόπους αὐτῷ πιστεύσασιν καὶ τέλος οἰομένου δεῖν ἐγχειρίζειν σφᾶς αὑτῷ καὶ πιστεύειν, §21.4.11τὰς μὲν ἀρχὰς ἅπαντες οἱ παρόντες εὐέλπιδες ἐγενήθησαν, ὡς αὐτίκα μάλα τελεσιουργηθησομένης τῆς διαλύσεως·
ἔτι さらにプブリウスがより温和かつ親切に話し、イベリアやリビアでの自身の事績を引き合いに出し、それらの地域で自分を信頼した人々をどのように扱ったかを明確にし、最終的には彼らも自分を信頼して身を委ねるべきだとの考えを述べたため、 τὰς 当初は、同席していた誰もが、今すぐにでも和解が成立するであろうと、大いに期待を抱いた。
§21.4.12ἐπεὶ δέ, πυθομένων τῶν Αἰτωλῶν ἐπὶ τίσι δεῖ ποιεῖσθαι τὴν εἰρήνην, ὁ Λεύκιος διεσάφησεν διότι δυεῖν προκειμένων αὐτοῖς αἵρεσις ὑπάρχει —
ἐπεὶ しかし、どのような条件で和平を結ぶべきかをアイトリア人が尋ねたところ、ルキウスは彼らの前に二つの提示された条件から選ぶ選択肢があると明らかにした。
§21.4.13δεῖν γὰρ ἢ τὴν ἐπιτροπὴν διδόναι περὶ πάντων τῶν καθʼ αὑτοὺς ἢ χίλια τάλαντα παραχρῆμα καὶ τὸν αὐτὸν ἐχθρὸν αἱρεῖσθαι καὶ φίλον Ῥωμαίοις —
δεῖν すなわち、自分たちに関する全事項の決定権をローマに委ねるか、あるいはただちに千タラントンを支払い、ローマ人と敵味方を同じくすることを選ぶかのどちらかでなければならない、というものであった。
§21.4.14ἐδυσχρήστησαν μὲν οἱ παρόντες τῶν Αἰτωλῶν ὡς ἔνι μάλιστα διὰ τὸ μὴ γίνεσθαι τὴν ἀπόφασιν ἀκόλουθον τῇ προγενομένῃ λαλιᾷ, πλὴν ἐπανοίσειν ἔφασαν ὑπὲρ τῶν ἐπιταττομένων τοῖς Αἰτωλοῖς.
ἐδυσχρήστησαν 同席していたアイトリア人たちは、この宣告がそれまでの対話と矛盾していたために極めて困惑したが、要求された内容についてアイトリア人の間で諮ることにすると答えた。