§21.42.1αὐτὸς δὲ πυνθανόμενος τὸν ἐπὶ τῆς Πέργης καθεσταμένον ὑπʼ Ἀντιόχου φρούραρχον οὔτε τὴν φρουρὰν ἐξάγειν οὔτʼ αὐτὸν ἐκχωρεῖν ἐκ τῆς πόλεως, ὥρμησε μετὰ τῆς δυνάμεως ἐπὶ τὴν Πέργην.
彼は、ペルゲに配属されたアンティオコスの守備隊長が、守備隊を引き抜こうともせず、自らも町から立ち去ろうともしないと聞き、軍勢を率いてペルゲへと急行した。
§21.42.2ἐγγίζοντος δʼ αὐτοῦ τῇ πόλει, παρῆν ἀπαντῶν ὁ τεταγμένος ἐπὶ τῆς φρουρᾶς, ἀξιῶν καὶ δεόμενος μὴ προκαταγινώσκειν αὑτοῦ·
彼が町に近づいたとき、守備隊の指揮を任されていた者が迎えに現れ、自分に対してあらかじめ予断を持たないよう求め、また懇願した。
§21.42.3ποιεῖν γὰρ ἕν τι τῶν καθηκόντων·
なぜなら、自分は義務の一つを果たしているのだからである。
παραλαβὼν γὰρ ἐν πίστει παρʼ Ἀντιόχου τὴν πόλιν τηρεῖν ἔφη ταύτην, ἕως ἂν διασαφηθῇ πάλιν παρὰ τοῦ πιστεύσαντος τί δεῖ ποιεῖν·
すなわち、アンティオコスから信頼のもとに託されてこの町を受け取ったので、自分を信頼して託した者から何をなすべきかが再び明確に示されるまでは、この町を守り続けるのだと言った。
μέχρι δὲ τοῦ νῦν ἁπλῶς οὐδὲν αὐτῷ παρʼ οὐδενὸς ἀποδεδηλῶσθαι.
そして現在に至るまで、誰からも彼に対して何一つ明確に伝えられていないのだと。
§21.42.4διόπερ ἠξίου τριάκονθʼ ἡμέρας χάριν τοῦ διαπεμψάμενος ἐρέσθαι τὸν βασιλέα τί δεῖ πράττειν.
それゆえ、王に使者を派遣して何をなすべきかを尋ねるために、三十日間の猶予を求めた。
§21.42.5ὁ δὲ Γνάιος, θεωρῶν τὸν Ἀντίοχον ἐν πᾶσι τοῖς ἄλλοις εὐσυνθετοῦντα, συνεχώρησε πέμπειν καὶ πυνθάνεσθαι τοῦ βασιλέως·
グナエウスは、アンティオコスが他のすべての点において誠実に合意を履行しているのを見て、使者を送って王に尋ねることを許可した。
καὶ μετά τινας ἡμέρας πυθόμενος παρέδωκε τὴν πόλιν.
そして数日後、守備隊長は指示を得ると町を引き渡した。
§21.42.6κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ δέκα πρεσβευταὶ καὶ [ὁ] βασιλεὺς Εὐμένης εἰς Ἔφεσον κατέπλευσαν, ἤδη τῆς θερείας ἐναρχομένης·
この頃、すでに夏が始まりかけていたが、十人の使節とエウメネス王がエフェソスに入港した。
καὶ δύʼ ἡμέρας ἐκ τοῦ πλοῦ προσαναλαβόντες αὑτοὺς ἀνέβαινον εἰς τὴν Ἀπάμειαν.
そして航海から回復するために二日間休息を取った後、彼らはアパメイアへと上って行った。
§21.42.7ὁ δὲ Γνάιος, προσπεσούσης αὐτῷ τῆς τούτων παρουσίας, Λεύκιον μὲν τὸν ἀδελφὸν μετὰ τετρακισχιλίων ἐξαπέστειλε πρὸς τοὺς Ὀροανδεῖς, πειθανάγκης ἔχοντας διάθεσιν χάριν τοῦ κομίσασθαι τὰ προσοφειλόμενα τῶν ὁμολογηθέντων χρημάτων,
一方グナエウスは、彼らの到着が彼に報じられると、合意された金銭のうちなお未払いとなっている分を回収するために、説得と強制の姿勢を持たせて、弟のルキウスを四千の兵とともにオロアンダ人のもとへと派遣した。
§21.42.8αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀναζεύξας ἠπείγετο, σπεύδων συνάψαι τοῖς περὶ τὸν Εὐμένη.
自分は軍勢を率いて出発し、エウメネスらの一行と合流しようと先を急いだ。
§21.42.9παραγενόμενος δʼ εἰς τὴν Ἀπάμειαν καὶ καταλαβὼν τόν τε βασιλέα καὶ τοὺς δέκα, συνήδρευεν περὶ τῶν πραγμάτων.
アパメイアに到着し、王と十人の使節に合流すると、諸情勢について共同で協議した。
§21.42.10ἔδοξεν οὖν αὐτοῖς κυρῶσαι πρῶτον τὰ πρὸς Ἀντίοχον ὅρκια καὶ τὰς συνθήκας, ὑπὲρ ὧν οὐδὲν ἂν δέοι πλείω διατίθεσθαι λόγον, ἀλλʼ ἐξ αὐτῶν τῶν ἐγγράπτων ποιεῖσθαι τὰς διαλήψεις.
そこで彼らは、まずアンティオコスとの誓約および条約を批准することを決定した。 これらについてはもはやこれ以上議論を重ねる必要はなく、文書そのものに即して判断を下すべきであると考えられたからである。