§21.42.1αὐτὸς δὲ πυνθανόμενος τὸν ἐπὶ τῆς Πέργης καθεσταμένον ὑπʼ Ἀντιόχου φρούραρχον οὔτε τὴν φρουρὰν ἐξάγειν οὔτʼ αὐτὸν ἐκχωρεῖν ἐκ τῆς πόλεως, ὥρμησε μετὰ τῆς δυνάμεως ἐπὶ τὴν Πέργην.
而他听说安条克派驻佩尔盖的守备队长既不撤走守备队,自己也不退出该城,便率领军队向佩尔盖进发。
§21.42.2ἐγγίζοντος δʼ αὐτοῦ τῇ πόλει, παρῆν ἀπαντῶν ὁ τεταγμένος ἐπὶ τῆς φρουρᾶς, ἀξιῶν καὶ δεόμενος μὴ προκαταγινώσκειν αὑτοῦ· §21.42.3ποιεῖν γὰρ ἕν τι τῶν καθηκόντων· παραλαβὼν γὰρ ἐν πίστει παρʼ Ἀντιόχου τὴν πόλιν τηρεῖν ἔφη ταύτην, ἕως ἂν διασαφηθῇ πάλιν παρὰ τοῦ πιστεύσαντος τί δεῖ ποιεῖν· μέχρι δὲ τοῦ νῦν ἁπλῶς οὐδὲν αὐτῷ παρʼ οὐδενὸς ἀποδεδηλῶσθαι.
当他接近该城时,被委派掌管守备队的人前来迎接,请求并恳求他不要对自己预作判决;因为他是在履行自己的职责之一;他说自己既然出于信任而从安条克手中接管了这座城市,就必须守护它,直到托付者再次明确指示应该怎么做;而直到现在,确实没有任何人向他传达过任何明确的指示。
§21.42.4διόπερ ἠξίου τριάκονθʼ ἡμέρας χάριν τοῦ διαπεμψάμενος ἐρέσθαι τὸν βασιλέα τί δεῖ πράττειν.
因此,他请求给予三十天的时间,以便派人去询问国王应该如何行事。
§21.42.5ὁ δὲ Γνάιος, θεωρῶν τὸν Ἀντίοχον ἐν πᾶσι τοῖς ἄλλοις εὐσυνθετοῦντα, συνεχώρησε πέμπειν καὶ πυνθάνεσθαι τοῦ βασιλέως· καὶ μετά τινας ἡμέρας πυθόμενος παρέδωκε τὴν πόλιν.
格奈乌斯看到安条克在其他一切事情上都遵守协定,便同意他派人去询问国王;几天后,守备队长得到了指示,便移交了这座城市。
§21.42.6κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ δέκα πρεσβευταὶ καὶ [ὁ] βασιλεὺς Εὐμένης εἰς Ἔφεσον κατέπλευσαν, ἤδη τῆς θερείας ἐναρχομένης· καὶ δύʼ ἡμέρας ἐκ τοῦ πλοῦ προσαναλαβόντες αὑτοὺς ἀνέβαινον εἰς τὴν Ἀπάμειαν.
在这时,十位使者和国王欧墨尼斯驶入以弗所,此时夏季已经开始;在经过两天从航行中恢复过来之后,他们便动身前往阿帕梅亚。
§21.42.7ὁ δὲ Γνάιος, προσπεσούσης αὐτῷ τῆς τούτων παρουσίας, Λεύκιον μὲν τὸν ἀδελφὸν μετὰ τετρακισχιλίων ἐξαπέστειλε πρὸς τοὺς Ὀροανδεῖς, πειθανάγκης ἔχοντας διάθεσιν χάριν τοῦ κομίσασθαι τὰ προσοφειλόμενα τῶν ὁμολογηθέντων χρημάτων, §21.42.8αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀναζεύξας ἠπείγετο, σπεύδων συνάψαι τοῖς περὶ τὸν Εὐμένη.
另一方面,格奈乌斯在获悉他们抵达的消息后,派遣他的弟弟卢基乌斯率领四千名士兵前往奥罗安达人那里,采取软硬兼施的态度,以便收回约定的款项中仍拖欠的部分;他自己则率领军队出发,急于同欧墨尼斯一行人会合。
§21.42.9παραγενόμενος δʼ εἰς τὴν Ἀπάμειαν καὶ καταλαβὼν τόν τε βασιλέα καὶ τοὺς δέκα, συνήδρευεν περὶ τῶν πραγμάτων.
他抵达阿帕梅亚,见到了国王和那十位使者,便与他们共同商议各项事务。
§21.42.10ἔδοξεν οὖν αὐτοῖς κυρῶσαι πρῶτον τὰ πρὸς Ἀντίοχον ὅρκια καὶ τὰς συνθήκας, ὑπὲρ ὧν οὐδὲν ἂν δέοι πλείω διατίθεσθαι λόγον, ἀλλʼ ἐξ αὐτῶν τῶν ἐγγράπτων ποιεῖσθαι τὰς διαλήψεις.
因此,他们决定首先批准与安条克的誓约和条约,关于这些无需再进行更多的商榷,而是应当直接根据书面文件本身做出决定。