Humanitext Reader

ポリュビオス · 歴史 §21.43.1-21.43.27

アンティオコスとローマの平和条約の条約条項

1005 / 1311 箇所 · ギリシア語

要旨

アンティオコス王とローマ人およびその同盟者たちとの間で締結された平和条約の具体的な各条項。領土の返還、軍備の制限、巨額の賠償金の支払い方法、人質の提供などの詳細が規定されている。

§21.43.1ἦν δὲ τοιαύτη τις ἡ τῶν κατὰ μέρος διάταξις·
その個々の条項の規定は、次のようなものであった。
φιλίαν ὑπάρχειν Ἀντιόχῳ καὶ Ῥωμαίοις εἰς ἅπαντα τὸν χρόνον ποιοῦντι τὰ κατὰ τὰς συνθήκας.
すなわち、アンティオコスが条約に従った事柄を履行する限り、彼とローマ人との間には永遠に友好関係が存在すること。
§21.43.2μὴ διιέναι βασιλέα Ἀντίοχον καὶ τοὺς ὑποταττομένους διὰ τῆς αὑτῶν χώρας ἐπὶ Ῥωμαίους καὶ τοὺς συμμάχους πολεμίους μηδὲ χορηγεῖν αὐτοῖς μηδέν·
アンティオコス王およびその配下の人々は、ローマ人およびその同盟国に対する敵対者を、自らの領土を通って通過させてはならず、また彼らに何一つ供給してはならないこと。
§21.43.3ὁμοίως δὲ καὶ Ῥωμαίους καὶ τοὺς συμμάχους ἐπʼ Ἀντίοχον καὶ τοὺς ὑπʼ ἐκεῖνον ταττομένους.
同様に、ローマ人およびその同盟国も、アンティオコスおよびその配下の人々に対して同様とすること。
§21.43.4μὴ πολεμῆσαι δὲ Ἀντίοχον τοῖς ἐπὶ ταῖς νήσοις μηδὲ τοῖς κατὰ τὴν Εὐρώπην.
アンティオコスは、島々に住む人々、およびヨーロッパに住む人々に対して戦争を仕掛けてはならないこと。
§21.43.5ἐκχωρείτω δὲ πόλεων καὶ χώρας
彼は(指定される)都市および地域から立ち退くこと。
§21.43.6. μὴ ἐξαγέτω μηδὲν πλὴν τῶν ὅπλων ὧν φέρουσιν οἱ στρατιῶται·
. 兵士たちが携える武器を除いて、何一つ持ち出してはならない。
εἰ δέ τι τυγχάνουσιν ἀπενηνεγμένοι, καθιστάτωσαν πάλιν εἰς τὰς αὐτὰς πόλεις.
もし彼らが何かを持ち出してしまっているならば、再び同じ都市に戻さなければならないこと。
§21.43.7μηδʼ ὑποδεχέσθωσαν τοὺς ἐκ τῆς Εὐμένους τοῦ βασιλέως μήτε στρατιώτας μήτʼ ἄλλον μηδένα.
また、エウメネス王の支配下から来る兵士も、その他のいかなる者も受け入れてはならないこと。
§21.43.8εἰ δέ τινες ἐξ ὧν ἀπολαμβάνουσιν οἱ Ῥωμαῖοι πόλεων μετὰ δυνάμεώς εἰσιν Ἀντιόχου, τούτους εἰς Ἀπάμειαν ἀποκαταστησάτωσαν.
ローマ人が接収する都市のうち、アンティオコスの軍勢を伴う者がいる場合、彼らはこれらの者をアパメイアへと送り返さなければならないこと。
§21.43.9τοῖς δὲ Ῥωμαίοις καὶ τοῖς συμμάχοις εἴ τινες εἶεν ἐκ τῆς Ἀντιόχου βασιλείας, εἶναι τὴν ἐξουσίαν καὶ μένειν, εἰ βούλονται, καὶ ἀποτρέχειν.
ローマ人および同盟国に属する者で、アンティオコスの王国から来た人々については、望むならば留まることも、立ち去ることもできる自由を持つものとすること。
§21.43.10τοὺς δὲ δούλους Ῥωμαίων καὶ τῶν συμμάχων ἀποδότω Ἀντίοχος καὶ οἱ ὑπʼ αὐτὸν ταττόμενοι, καὶ τοὺς ἁλόντας καὶ τοὺς αὐτομολήσαντας, καὶ εἴ τινα αἰχμάλωτόν ποθεν εἰλήφασιν.
ローマ人および同盟国の奴隷、すなわち捕虜となった者も逃亡した者も、また、どこからであれ捕虜として捕らえた者がいるならば、アンティオコスおよびその配下の者たちはこれらを返還しなければならないこと。
§21.43.11ἀποδότω δὲ Ἀντίοχος, ἐὰν ᾖ δυνατὸν αὐτῷ, καὶ Ἀννίβαν Ἀμίλκου Καρχηδόνιον καὶ Μνασίλοχον Ἀκαρνᾶνα καὶ Θόαντα Αἰτωλόν, καὶ Εὐβουλίδαν καὶ Φίλωνα Χαλκιδεῖς, καὶ τῶν Αἰτωλῶν ὅσοι κοινὰς εἰλήφασιν ἀρχάς,
アンティオコスは、もし彼に可能であるならば、カルタゴ人アミルカスの息子ハンニバル、アカルナニア人ムナシロコス、アイトリア人トアス、カルキス人エウブリダスとフィロン、そしてアイトリア人のうち連邦の官職を務めた者たちを全員引き渡さなければならないこと。
§21.43.12καὶ τοὺς ἐλέφαντας τοὺς ἐν Ἀπαμείᾳ πάντας, καὶ μηκέτι ἄλλους ἐχέτω.
また、アパメイアにいるすべての象を引き渡さなければならず、もはや他に象を所有してはならないこと。
§21.43.13ἀποδότω δὲ καὶ τὰς ναῦς τὰς μακρὰς καὶ τὰ ἐκ τούτων ἄρμενα καὶ τὰ σκεύη, καὶ μηκέτι ἐχέτω πλὴν δέκα καταφράκτων·
また、軍船およびそれらの帆具や備品を返還しなければむず、十隻の甲鉄船を除いて、もはや軍船を所有してはならない。
μηδὲ λέμβον πλείοσι τριάκοντα κωπῶν ἐχέτω ἐλαυνόμενον, μηδὲ μονήρη πολέμου ἕνεκεν,
また、三十挺より多い櫂で進む快速船も、戦争のための単層船も所有してはならないこと。
§21.43.14οὗ αὐτὸς κατάρχει.
ただし彼自身が指揮するものは除く。
μηδὲ πλείτωσαν ἐπὶ τάδε τοῦ Καλυκάδνου καὶ Σαρπηδονίου ἀκρωτηρίου, εἰ μὴ φόρους ἢ πρέσβεις ἢ ὁμήρους ἄγοιεν.
また、貢納金、使節、または人質を運ぶ場合を除いて、カリュカドノス川およびサルペドン岬のこちら側を航行してはならないこと。
§21.43.15μὴ ἐξέστω δὲ Ἀντιόχῳ μηδὲ ξενολογεῖν ἐκ τῆς ὑπὸ Ῥωμαίους ταττομένης μηδʼ ὑποδέχεσθαι τοὺς φεύγοντας.
アンティオコスにとって、ローマ人の支配下にある地域から傭兵を募ることも、逃亡者を受け入れることも許されないこと。
§21.43.16ὅσαι δὲ οἰκίαι Ῥοδίων ἢ τῶν συμμάχων ἦσαν ἐν τῇ ὑπὸ βασιλέα Ἀντίοχον ταττομένῃ ταύτας εἶναι Ῥοδίων, ὡς καὶ πρὸ τοῦ τὸν πόλεμον ἐξενεγκεῖν.
アンティオコス王の支配下にある地域にあったロドス人または同盟国の家はすべて、戦争が引き起こされる前と同様に、ロドス人の所有となること。
§21.43.17καὶ εἴ τι χρῆμα ὀφείλετʼ αὐτοῖς, ὁμοίως ἔστω πράξιμον·
また、もし彼らに債務が支払われるべきであるならば、同様に徴収可能であるものとすること。
καὶ εἴ τι ἀπελήφθη ἀπʼ αὐτῶν, ἀναζητηθὲν ἀποδοθήτω.
また、彼らから奪われたものがあるならば、捜索された上で返還されるべきこと。
ἀτελῆ δὲ ὁμοίως ὡς καὶ πρὸ τοῦ πολέμου τὰ πρὸς τοὺς Ῥοδίους ὑπαρχέτω.
ロドス人に対する免税の特権は、戦争の前と同様に存在すること。
εἰ δέ τινας τῶν πόλεων, §21.43.18ἃς ἀποδοῦναι δεῖ Ἀντίοχον, ἑτέροις δέδωκεν Ἀντίοχος, ἐξαγέτω καὶ ἐκ τούτων τὰς φρουρὰς καὶ τοὺς ἄνδρας.
また、もし、アンティオコスが返還すべき都市のうち、彼が他の者に与えたものがあるならば、それらからも守備隊と人員を撤退させなければならない。
ἐὰν δέ τινες ὕστερον ἀποτρέχειν βούλωνται, μὴ προσδεχέσθω.
もしその後、何人かが逃亡することを望むとしても、彼を受け入れてはならないこと。
§21.43.19ἀργυρίου δὲ δότω Ἀντίοχος Ἀττικοῦ Ῥωμαίοις ἀρίστου τάλαντα μύρια δισχίλια ἐν ἔτεσι δώδεκα, διδοὺς καθʼ ἕκαστον ἔτος χίλια·
アンティオコスはローマ人に対して、最良のアッティカ銀一万二千タラントンを十二年間で支払うものとし、毎年一千タラントンを支払うこと。
μὴ ἔλαττον δʼ ἑλκέτω τὸ τάλαντον λιτρῶν Ῥωμαϊκῶν ὀγδοήκοντα·
タラントンの重量はローマ・ポンドにして八十を下回ってはならない。
καὶ μοδίους σίτου πεντηκοντακισμυρίους καὶ τετρακισμυρίους.
また小麦五十四万モディオスを支払うこと。
§21.43.20δότω δὲ Εὐμένει τῷ βασιλεῖ τάλαντα τριακόσια πεντήκοντα ἐν ἔτεσι τοῖς πρώτοις πέντε, ἑβδομήκοντα κατὰ τὸ ἔτος, τῷ ἐπιβαλλομένῳ καιρῷ, ᾧ καὶ τοῖς Ῥωμαίοις ἀποδίδωσι, καὶ τοῦ σίτου,
また、エウメネス王に対して、最初の五年間に三百五十タラントンを支払うものとし、毎年七十タラントンを、ローマ人に支払うのと同様のしかるべき期日に支払うこと。
§21.43.21καθὼς ἐτίμησεν ὁ βασιλεὺς Ἀντίοχος, τάλαντα ἑκατὸν εἴκοσιν ἑπτὰ καὶ δραχμὰς χιλίας διακοσίας ὀκτώ·
また小麦についても、アンティオコス王が評価したところに従い、百二十七タラントンと千二百八ドラクマを支払うこと。
ἃ συνεχώρησεν Εὐμένης λαβεῖν, γάζαν εὐαρεστουμένην ἑαυτῷ.
これはエウメネスが、自らにとって満足のいく財宝による支払いとして受け取ることに同意したものである。
§21.43.22ὁμήρους δὲ εἴκοσι διδότω Ἀντίοχος, διʼ ἐτῶν τριῶν ἄλλους ἀνταποστέλλων, μὴ νεωτέρους ἐτῶν ὀκτωκαίδεκα μηδὲ πρεσβυτέρους τετταράκοντα πέντε.
アンティオコスは二十人の人質を提供するものとし、三年ごとに別の者と交代させること。 人質は十八歳未満であってはならず、四十五歳を超えてはならない。
§21.43.23ἐὰν δέ τι διαφωνήσῃ τῶν ἀποδιδομένων χρημάτων, τῷ ἐχομένῳ ἔτει ἀποδότωσαν.
もし、支払われるべき金銭に不足が生じた場合、彼らは翌年にそれを補填しなければならないこと。
§21.43.24ἂν δέ τινες τῶν πόλεων ἢ τῶν ἐθνῶν, πρὸς ἃ γέγραπται μὴ πολεμεῖν Ἀντίοχον, πρότεροι ἐκφέρωσι πόλεμον, ἐξέστω πολεμεῖν Ἀντιόχῳ.
もし、アンティオコスが戦争を仕掛けてはならないと規定されている都市や民族のうちのいずれかが、先に戦争を仕掛けてきた場合、アンティオコスは戦争を仕掛ける(応戦する)ことが許されること。
§21.43.25τῶν δὲ ἐθνῶν καὶ πόλεων τούτων μὴ ἐχέτω τὴν κυρίαν αὐτὸς μηδʼ εἰς φιλίαν προσαγέσθω.
ただし、彼はこれらの民族や都市に対する支配権を持ってはならず、またそれらを友好関係に引き入れてはならないこと。
§21.43.26περὶ δὲ τῶν ἀδικημάτων τῶν πρὸς ἀλλήλους γινομένων εἰς κρίσιν προκαλείσθωσαν.
お互いの間で生じた不正行為については、彼らは裁判を申し立てるものとすること。
§21.43.27ἐὰν δέ τι θέλωσι πρὸς τὰς συνθήκας ἀμφότεροι κοινῷ δόγματι προστεθῆναι ἢ ἀφαιρεθῆναι ἀπʼ αὐτῶν, ἐξέστω.
もし双方が共同の決定によって、条約に何かを追加すること、あるいは条約から何かを削除することを望むならば、それは許されること。

語釈・文法注

  1. 21.43.1ποιοῦντι — 与格分詞 ποιοῦντι は Ἀντιόχῳ に係り、条件(「〜を行う限りにおいて」)を意味する。
  2. 21.43.2πολεμίους — 対格名詞 πολεμίους は不定詞 διιέναι の直接目的語であり、ἐπὶ Ῥωμαίους καὶ τοὺς συμμάχους(「ローマ人とその同盟国に対する」)によって修飾されている。「ローマ人とその同盟国に対する敵を通過させてはならない」という意味になる。
  3. 21.43.14οὗ αὐτὸς κατάρχει — 関係代名詞 οὗ の先行詞は μονήρη または πολέμου と解されるが、ここでは前者の単層船を指し、「彼自身が直接指揮する(軍船)」または「自らが管理する」の意味で解釈される。
  4. 21.43.17εἰ δέ τινας τῶν πόλεων — §21.43.17の末尾にある未完の条件節であり、§21.43.18の ἃς ἀποδοῦναι δεῖ Ἀντίοχον, ἑτέροις δέδωκεν Ἀντίοχος に直接繋がって一つの文を構成する。章節の区切りをまたぐ構造上の離隔に注意。

この箇所を引用する

ポリュビオス, 歴史 §21.43.1-21.43.27. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:21.43.1-21.43.27

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。