§21.4.1ὅτι πολιορκουμένων τῶν Ἀμφισσέων ὑπὸ Μανίου τοῦ Ῥωμαίων στρατηγοῦ, κατὰ τὸν καιρὸν τοῦτον ὁ τῶν Ἀθηναίων δῆμος, πυνθανόμενος τήν τε τῶν Ἀμφισσέων ταλαιπωρίαν καὶ τὴν τοῦ Ποπλίου παρουσίαν, ἐξαπέστειλε πρεσβευτὰς τοὺς περὶ τὸν Ἐχέδημον, §21.4.2ἐντειλάμενος ἅμα μὲν ἀσπάσασθαι τοὺς περὶ τὸν Λεύκιον καὶ Πόπλιον, ἅμα δὲ καταπειράζειν τῆς πρὸς Αἰτωλοὺς διαλύσεως.
ὅτι 当阿姆菲萨人受到罗马将军马尼乌斯包围时,正是在这个时期,雅典公民得知阿姆菲萨人的困境和普布利乌斯的到来,便派出了以埃赫德莫斯为首的使者, ἐντειλάμενος 命令他们一方面向卢基乌斯和普布利乌斯一行致意,另一方面打探与埃托利亚人和解的可能性。
§21.4.3ὧν παραγενομένων ἀσμένως ἀποδεξάμενος ὁ Πόπλιος ἐφιλανθρώπει τοὺς ἄνδρας, θεωρῶν ὅτι παρέξονται χρείαν αὐτῷ πρὸς τὰς προκειμένας ἐπιβολάς.
ὧν 他们抵达后,普布利乌斯欣然接待并友善地对待他们,因为他看出这些人对他眼前的计划会大有帮助。
§21.4.4ὁ γὰρ προειρημένος ἀνὴρ ἐβούλετο θέσθαι μὲν καλῶς τὰ κατὰ τοὺς Αἰτωλούς· εἰ δὲ μὴ συνυπακούοιεν, πάντως διειλήφει παραλιπὼν ταῦτα διαβαίνειν εἰς τὴν Ἀσίαν, §21.4.5σαφῶς γινώσκων διότι τὸ τέλος ἐστὶ τοῦ πολέμου καὶ τῆς ὅλης ἐπιβολῆς οὐκ ἐν τῷ χειρώσασθαι τὸ τῶν Αἰτωλῶν ἔθνος, ἀλλʼ ἐν τῷ νικήσαντας τὸν Ἀντίοχον κρατῆσαι τῆς Ἀσίας.
ὁ 因为前述的那个人希望妥善解决埃托利亚人的问题;但如果他们不顺从,他已下定决心不惜抛下这些事务,直接渡海前往亚洲, σαφῶς 因为他清楚地认识到,战争和整个计划的最终目的并不在于降服埃托利亚部族,而是在于击败安条克并确立对亚洲的统治。
§21.4.6διόπερ ἅμα τῷ μνησθῆναι τοὺς Ἀθηναίους ὑπὲρ τῆς διαλύσεως, ἑτοίμως προσδεξάμενος τοὺς λόγους ἐκέλευσε παραπλησίως πειράζειν αὐτοὺς καὶ τῶν Αἰτωλῶν.
διόπερ 因此,雅典人一提起和解之事,他便欣然接受了这些提议,并吩咐他们对埃托利亚人也做同样的尝试。
§21.4.7οἱ δὲ περὶ τὸν Ἐχέδημον, προδιαπεμψάμενοι καὶ μετὰ ταῦτα πορευθέντες εἰς τὴν Ὑπάταν αὐτοί, διελέγοντο περὶ τῆς διαλύσεως τοῖς ἄρχουσι τῶν Αἰτωλῶν.
οἱ 埃赫德莫斯一行先派人前去沟通,随后亲自前往许帕塔,与埃托利亚人的执政官们商讨和解事宜。
§21.4.8ἑτοίμως δὲ κἀκείνων συνυπακουόντων κατεστάθησαν οἱ συμμίξοντες τοῖς Ῥωμαίοις·
ἑτοίμως 既然对方也欣然表示顺从,便指派了与罗马人会面的人选。
§21.4.9οἳ καὶ παραγενόμενοι πρὸς τοὺς περὶ τὸν Πόπλιον, καταλαβόντες αὐτοὺς στρατοπεδεύοντας ἐν ἑξήκοντα σταδίοις ἀπὸ τῆς Ἀμφίσσης, πολλοὺς διετίθεντο λόγους, ἀναμιμνήσκοντες τῶν γεγονότων σφίσι φιλανθρώπων πρὸς Ῥωμαίους.
οἳ 他们来到普布利乌斯一行人那里,发现他们正在距离阿姆菲萨六十斯塔迪翁的地方驻扎,于是说了很多话,提醒对方自己过去对罗马人的友好表现。
§21.4.10ἔτι δὲ πρᾳότερον καὶ φιλανθρωπότερον ὁμιλήσαντος τοῦ Ποπλίου καὶ προφερομένου τάς τε κατὰ τὴν Ἰβηρίαν καὶ τὴν Λιβύην πράξεις καὶ διασαφοῦντος τίνα τρόπον κέχρηται τοῖς κατʼ ἐκείνους τοὺς τόπους αὐτῷ πιστεύσασιν καὶ τέλος οἰομένου δεῖν ἐγχειρίζειν σφᾶς αὑτῷ καὶ πιστεύειν, §21.4.11τὰς μὲν ἀρχὰς ἅπαντες οἱ παρόντες εὐέλπιδες ἐγενήθησαν, ὡς αὐτίκα μάλα τελεσιουργηθησομένης τῆς διαλύσεως·
ἔτι 随着普布利乌斯以更加温和、更加友善的态度与他们交谈,历数自己在伊比利亚和利比亚的事迹,说明自己如何对待在那些地方信任他的人,并最终表示他们应当将自己托付并信任他, τὰς 起初,在场的所有人都抱有极大的希望,以为和解很快就会达成。
§21.4.12ἐπεὶ δέ, πυθομένων τῶν Αἰτωλῶν ἐπὶ τίσι δεῖ ποιεῖσθαι τὴν εἰρήνην, ὁ Λεύκιος διεσάφησεν διότι δυεῖν προκειμένων αὐτοῖς αἵρεσις ὑπάρχει — §21.4.13δεῖν γὰρ ἢ τὴν ἐπιτροπὴν διδόναι περὶ πάντων τῶν καθʼ αὑτοὺς ἢ χίλια τάλαντα παραχρῆμα καὶ τὸν αὐτὸν ἐχθρὸν αἱρεῖσθαι καὶ φίλον Ῥωμαίοις —
ἐπεὶ 然而,当埃托利亚人询问在何种条件之下才能缔结和平时,卢基乌斯明确表示,他们面临着摆在面前的两个选择之一—— δεῖν 即他们必须要么将自己的一切事务全权委托罗马裁决,要么立即支付一千塔兰同,并与罗马人同敌同友。
§21.4.14ἐδυσχρήστησαν μὲν οἱ παρόντες τῶν Αἰτωλῶν ὡς ἔνι μάλιστα διὰ τὸ μὴ γίνεσθαι τὴν ἀπόφασιν ἀκόλουθον τῇ προγενομένῃ λαλιᾷ, πλὴν ἐπανοίσειν ἔφασαν ὑπὲρ τῶν ἐπιταττομένων τοῖς Αἰτωλοῖς.
ἐδυσχρήστησαν 在场的埃托利亚人感到极为为难,因为这一表态与先前的交谈完全不相符,但他们仍表示将把这些要求提交给埃托利亚人。