§21.28.1οἱ δὲ Ῥωμαῖοι συνεχῶς ἐνεργοῦντες τοῖς κριοῖς ἀεί τι παρέλυον τῶν τειχῶν·
一方、ローマ人たちは、絶えず破城槌を精力的に働かせて、常に壁の一部を崩していた。
§21.28.2οὐ μὴν εἴς γε τὴν πόλιν ἐδύναντο βιάσασθαι διὰ τῶν πτωμάτων, τῷ καὶ τὴν ἀντοικοδομίαν ὑπὸ τῶν ἔνδον ἐνεργὸν εἶναι καὶ μάχεσθαι γενναίως ἐπὶ τοῦ πίπτοντος μέρους τοὺς Αἰτωλούς.
しかしながら、城内の人々による防衛壁の再建が精力的に行われており、またアイトリア人たちが崩れ落ちた箇所で勇敢に戦ったため、彼らはその崩壊口を通って市内へ強行突入することはできなかった。
§21.28.3διόπερ ἀπορούμενοι κατήντησαν ἐπὶ τὸ μεταλλεύειν καὶ χρῆσθαι τοῖς ὀρύγμασιν ὑπὸ γῆς.
そのため、彼らは途方に暮れて、坑道を掘り、地下の掘削路を利用することに落ち着いた。
§21.28.4ἀσφαλισάμενοι δὲ τὸ μέσον ἔργον τῶν τριῶν τῶν προϋπαρχόντων καὶ σκεπάσαντες ἐπιμελῶς [τὴν σύριγγα] τοῖς γέρροις, προεβάλοντο στοὰν παράλληλον τῷ τείχει σχεδὸν ἐπὶ δύο πλέθρα.
彼らは、以前から存在していた三つの攻囲施設のうち中央のものを防護し、かつ坑道を編み細工の盾で入念に覆うと、壁と平行にほぼ二プレトロンにわたって廊下を前方に延ばした。
§21.28.5καὶ λαβόντες ἀρχὴν ἐκ ταύτης ὤρυττον ἀδιαπαύστως καὶ τὴν νύκτα καὶ τὴν ἡμέραν ἐκ διαδοχῆς.
そして、これを起点として、彼らは夜も昼も交代で絶え間なく掘り進めた。
§21.28.6ἐφʼ ἱκανὰς μὲν οὖν ἡμέρας ἐλάνθανον τοὺς ἔνδον φέροντες ἔξω τὸν χοῦν διὰ τῆς σύριγγος.
したがって、かなりの日数の間、彼らは掘り出した土を坑道を通じて外へと運び出し、城内の人々に気づかれずにいた。
§21.28.7ὡς δὲ μέγας ὁ σωρὸς ἐγένετο τῆς ἐκφερομένης γῆς καὶ σύνοπτος τοῖς ἐκ τῆς πόλεως, οἱ προεστῶτες τῶν πολιορκουμένων ὤρυττον τάφρον ἔσωθεν ἐνεργῶς παράλληλον τῷ τείχει καὶ τῇ στοᾷ τῇ πρὸ τῶν πύργων.
しかし、運び出された土の山が大きくなり、市内の人々から見通せるようになると、包囲されている者たちの指導者たちは、城内の側から壁および塔の前にある廊下と平行に、堀を精力的に掘った。
ἐπειδὴ δὲ βάθος ἔσχεν ἱκανόν, §21.28.8ἑξῆς ἔθηκαν παρὰ τὸν ἕνα τοῖχον τῆς τάφρου τὸν ἐγγὺς τῷ τείχει χαλκώματα συνεχῆ, λεπτότατα ταῖς κατασκευαῖς, καὶ παρὰ ταῦτα διὰ τῆς τάφρου παριόντες ἠκροῶντο τοῦ ψόφου τῶν ὀρυττόντων ἔξωθεν.
そして、それが十分な深さに達すると、次に彼らは、堀の一方の壁、すなわち都市の壁に近い方に、きわめて薄い作りの青銅の器を隙間なく並べて置き、これらに沿って堀の中を通りながら、外から掘り進んでくる者たちの物音に耳を澄ました。
§21.28.9ἐπεὶ δʼ ἐσημειώσαντο τὸν τόπον, καθʼ ὃν ἐδήλου τινὰ τῶν χαλκωμάτων διὰ τῆς συμπαθείας, ὤρυττον ἔσωθεν ἐπικαρσίαν πρὸς τὴν ὑπάρχουσαν ἄλλην κατὰ γῆς τάφρον ὑπὸ τὸ τεῖχος, στοχαζόμενοι τοῦ συμπεσεῖν ἐναντίοι τοῖς πολεμίοις.
そして、共鳴によって青銅の器のいくつかが位置を示している場所を特定すると、彼らは敵と正面から出くわすことを狙って、城内側から、壁の下にある既存のもう一つの地下の堀に対して交差する掘削路を掘り進めた。
§21.28.10ταχὺ δὲ τούτου γενομένου, διὰ τὸ τοὺς Ῥωμαίους μὴ μόνον ἀφῖχθαι πρὸς τὸ τεῖχος ὑπὸ γῆς, ἀλλὰ καὶ διεστυλωκέναι τόπον ἱκανὸν τοῦ τείχους ἐφʼ ἑκάτερον τὸ μέρος τοῦ μετάλλου, συνέπεσον ἀλλήλοις.
これは速やかに実現した。 なぜなら、ローマ人たちは地下で壁に到達していただけでなく、坑道の両側にわたって壁の十分な範囲を支柱で支えていたため、両者は互いに衝突したからである。
§21.28.11καὶ τὸ μὲν πρῶτον ἐμάχοντο ταῖς σαρίσαις ὑπὸ γῆν·
そして、最初は地下でサリサを用いて戦った。
ἐπεὶ δʼ οὐδὲν ἠδύναντο μέγα ποιεῖν διὰ τὸ προβάλλεσθαι θυρεοὺς καὶ γέρρα πρὸ αὑτῶν ἀμφότεροι,
しかし、双方が自分の前方に長盾や編み細工の盾を突き出していたため、大した戦果を挙げることができなかったので、その時、ある者が包囲されている人々に次のように提案した。
§21.28.12τὸ τηνικάδʼ ὑπέθετό τις τοῖς πολιορκουμένοις πίθον προθεμένους ἁρμοστὸν κατὰ τὸ πλάτος τῷ μετάλλῳ τρυπῆσαι τὸν πυθμένα καὶ διώσαντας αὐλίσκον σιδηροῦν ἴσον τῷ τεύχει πλῆσαι τὸν πίθον ὅλον πτίλων λεπτῶν καὶ πυρὸς παντελῶς μικρὸν ἐμβαλεῖν ὑπʼ αὐτὸ τὸ τοῦ πίθου περιστόμιον·
坑道の幅に適合する大甕を前方に置き、その底に穴を開け、その大甕の長さに等しい鉄の管を通し、大甕全体に細かな羽毛を満たして、大甕の口のすぐ下に極めて小さな火種を入れること。
§21.28.13κἄπειτα σιδηροῦν πῶμα τρημάτων πλῆρες τῷ στόματι περιθέντας ἀσφαλῶς εἰσάγειν διὰ τοῦ μετάλλου, νεύοντι τῷ στόματι πρὸς τοὺς ὑπεναντίους·
そして、多くの穴が開いた鉄の蓋をその口にしっかりと取り付けた上で、その口を敵の方に向けながら、坑道を通じて大甕を押し進めること。
§21.28.14ὁπότε δʼ ἐγγίσαιεν τοῖς πολεμίοις, περισάξαντας τὰ χείλη τοῦ πίθου πανταχόθεν τρήματα δύο καταλιπεῖν ἐξ ἑκατέρου τοῦ μέρους, διʼ ὧν διωθοῦντες τὰς σαρίσας οὐκ ἐάσουσι προσιέναι τῷ πίθῳ τοὺς ὑπεναντίους·
また、敵に近づいた時には、大甕の縁の周囲をあらゆる方向から詰め物で塞ぎつつ、両側に二つずつ穴を残しておき、そこからサリサを突き出すことで、敵が大甕に近づくのを阻むこと。
§21.28.15μετὰ δὲ ταῦτα λαβόντας ἀσκόν, ᾧπερ οἱ χαλκεῖς χρῶνται, καὶ προσαρμόσαντας πρὸς τὸν αὐλὸν τὸν σιδηροῦν φυσᾶν ἐνεργῶς τὸ πρὸς τῷ στόματι πῦρ ἐν τοῖς πτίλοις ἐγκείμενον, κατὰ τοσοῦτον ἐπαγομένους ἀεὶ τὸν αὐλὸν ἐκτός, καθʼ ὅσον ἂν ἐκκάηται τὰ πτίλα.
その後、鍛冶屋が使うような皮風袋を取り、それを鉄の管に取り付けて、羽毛の中に埋め込まれた口元の火を精力的に吹きおこし、羽毛が燃え尽きるにつれて、常に管を同じ分だけ外側へ引き抜いていくこと。
γενομένων δὲ πάντων καθάπερ προείρηται, §21.28.16τό τε πλῆθος τοῦ καπνοῦ συνέβαινε πολὺ γίνεσθαι καὶ τῇ δριμύτητι διαφέρον διὰ τὴν φύσιν τῶν πτίλων, φέρεσθαί τε πᾶν εἰς τὸ τῶν πολεμίων μέταλλον.
これらすべてが前述の通りに行われると、煙の量は莫大なものとなり、羽毛の性質ゆえにその刺激臭は尋常ではなく、そのすべてが敵の坑道へと流れ込んでいった。
§21.28.17ὥστε καὶ λίαν κακοπαθεῖν καὶ δυσχρηστεῖσθαι τοὺς Ῥωμαίους, οὔτε κωλύειν οὔθʼ ὑπομένειν δυναμένους ἐν τοῖς ὀρύγμασι τὸν καπνόν.
そのため、ローマ人たちは非常に苦しみ、困難な状況に陥った。 彼らは掘削路の中でその煙を防ぐことも、耐えることもできなかったからである。
§21.28.18τοιαύτην δὲ λαμβανούσης τριβὴν τῆς πολιορκίας ὁ στρατηγὸς τῶν Αἰτωλῶν πρεσβεύειν ἔγνω πρὸς τὸν στρατηγὸν τῶν Ῥωμαίων. —
このようにして包囲戦が長引く中、アイトリア人の将軍はローマ人の将軍のもとへ使節を派遣することを決意した。