§21.20.1κατολιγωροῦντες τούτων. ἐγὼ δὲ περὶ μὲν τῶν ἄλλων, ὅτου δέοι, παντὸς ἂν παραχωρήσαιμι τοῖς πέλας ἀφιλονίκως, περὶ δὲ τῆς ὑμετέρας φιλίας καὶ τῆς εἰς ὑμᾶς εὐνοίας ἁπλῶς οὐδέποτʼ ἂν οὐδενὶ τῶν ὄντων ἐκχωρήσαιμι κατὰ δύναμιν. §21.20.2δοκῶ δὲ καὶ τὸν πατέρα τὸν ἡμέτερον, εἴπερ ἔζη, τὴν αὐτὴν ἂν προέσθαι φωνὴν ἐμοί. §21.20.3καὶ γὰρ ἐκεῖνος, πρῶτος μετασχὼν τῆς ὑμετέρας φιλίας καὶ συμμαχίας, σχεδὸν πάντων τῶν [κατὰ] τὴν Ἀσίαν καὶ τὴν Ἑλλάδα νεμομένων, εὐγενέστατα διεφύλαξε ταύτην ἕως τῆς τελευταίας ἡμέρας, οὐ μόνον κατὰ τὴν προαίρεσιν, ἀλλὰ καὶ κατὰ τὰς πράξεις. §21.20.4πάντων γὰρ ὑμῖν ἐκοινώνησε τῶν κατὰ τὴν Ἑλλάδα πολέμων καὶ πλείστας μὲν εἰς τούτους καὶ πεζικὰς καὶ ναυτικὰς δυνάμεις παρέσχετο τῶν ἄλλων συμμάχων, πλείστην δὲ συνεβάλετο χορηγίαν καὶ μεγίστους ὑπέμεινε κινδύνους· §21.20.5τέλος δʼ εἰπεῖν, κατέστρεψε τὸν βίον ἐν αὐτοῖς τοῖς ἔργοις κατὰ τὸν Φιλιππικὸν πόλεμον, παρακαλῶν Βοιωτοὺς εἰς τὴν ὑμετέραν φιλίαν καὶ συμμαχίαν. §21.20.6ἐγὼ δὲ διαδεξάμενος τὴν ἀρχὴν τὴν μὲν προαίρεσιν τὴν τοῦ πατρὸς διεφύλαξα — ταύτην γὰρ οὐχ οἷόν τʼ ἦν ὑπερθέσθαι — τοῖς δὲ πράγμασιν ὑπερεθέμην. §21.20.7οἱ γὰρ καιροὶ τὴν ἐκ πυρὸς βάσανον ἐμοὶ μᾶλλον ἢ ʼκείνῳ προσῆγον. §21.20.8Ἀντιόχου γὰρ σπουδάζοντος ἡμῖν θυγατέρα δοῦναι καὶ συνοικειωθῆναι τοῖς ὅλοις, διδόντος δὲ παραχρῆμα μὲν τὰς πρότερον ἀπηλλοτριωμένας ἀφʼ ἡμῶν πόλεις, μετὰ δὲ ταῦτα πᾶν ὑπισχνουμένου ποιήσειν, εἰ μετάσχοιμεν τοῦ πρὸς ὑμᾶς πολέμου, §21.20.9τοσοῦτον ἀπέσχομεν τοῦ προσδέξασθαί τι τούτων, ὡς πλείσταις μὲν καὶ πεζικαῖς καὶ ναυτικαῖς δυνάμεσιν τῶν ἄλλων συμμάχων ἠγωνίσμεθα μεθʼ ὑμῶν πρὸς Ἀντίοχον, πλείστας δὲ χορηγίας συμβεβλήμεθα πρὸς τὰς ὑμετέρας χρείας ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς, εἰς πάντας δὲ τοὺς κινδύνους δεδώκαμεν αὑτοὺς ἀπροφασίστως μετά γε τῶν ὑμετέρων ἡγεμόνων. §21.20.10τὸ δὲ τελευταῖον ὑπεμείναμεν συγκλεισθέντες εἰς αὐτὸν τὸν Πέργαμον πολιορκεῖσθαι καὶ κινδυνεύειν ἅμα περὶ τοῦ βίου καὶ τῆς ἀρχῆς διὰ τὴν πρὸς τὸν ὑμέτερον δῆμον εὔνοιαν.
これらを軽んじながらのことです。私について言えば、他の事柄に関しては、必要とあれば何であれ、争うことなく隣人に譲るでしょう。しかし、皆様との友情と皆様に対する好意に関しては、私の力が及ぶ限り、この世の誰に対しても絶対に譲ることはありません。そして、もし私たちの父が生きていたなら、私と同じ言葉を口にしたであろうと思います。というのも、父もまた、アジアとギリシアに居住するほぼすべての人々の中で、最も早く皆様との友情と同盟に加わった者として、最後の日に至るまで、単に志においてだけでなく、行動においても、これを最も気高く守り抜いたからです。父はギリシアにおける皆様のすべての戦争を共に戦い、これらの戦争のために、他のどの同盟国よりも多くの陸海軍の兵力を提供し、最も多くの軍需物資を分担し、最大の危険を耐え忍んだからです。最後に言えば、フィリッポスとの戦争中、ボイオティア人たちに皆様との友情と同盟を勧めている最中、まさにその活動の中で生涯を終えました。私について言えば、支配権を継承した後、父の志を守り抜きました。この志を超えることは不可能だったからです。しかし、実際の行動においては父を超えました。というのも、時局が、父よりも私に対して、火による試練をより多く課してきたからです。アンティオコスが私たちに娘を与えて全面的な姻戚関係を結ぶことを熱望し、当面は以前に私たちから奪い去った都市を返還することを提案し、その後は私たちが皆様との戦争に加わりさえすれば何でもすると約束したとき、私たちはこれらの提案を受け入れるどころか、他のどの同盟国よりも多くの陸海軍の兵力をもって皆様と共にアンティオコスに立ち向かって戦い、最も差し迫った時期に皆様の必要のために最も多くの物資を分担し、皆様の将軍たちと共に、何ら言い訳をすることなく、あらゆる危険の中に身を投じました。そして最後には、皆様の民衆に対する好意のために、ペルガモンそのものの中に閉じ込められて包囲され、命と支配権の双方を同時に危険にさらすことを耐え忍びました。