Humanitext Reader

ポリュビオス · 歴史 §21.21.1-21.21.11

エウメネスによる領土配分と貢献への報償の要求

981 / 1311 箇所 · ギリシア語

要旨

エウメネスはマサナッサやプレウラトスの例を挙げ、ローマへの貢献に見合う配慮を求める。また、ローマがアジアを直接統治しないのであれば、敵対した都市を解放するよりも、真の友であるペルガモンに戦勝の果実として譲渡すべきだと主張する。

§21.21.1ὥσθʼ ὑμᾶς, ἄνδρες Ῥωμαῖοι, πολλοὺς μὲν γεγονότας αὐτόπτας, πάντας δὲ γινώσκοντας διότι λέγομεν ἀληθῆ, δίκαιόν ἐστι τὴν ἁρμόζουσαν πρόνοιαν ποιήσασθαι περὶ ἡμῶν.
ὥσθʼ ὑμᾶς, ἄνδρες Ῥωμαῖοι, πολλοὺς μὲν γεγονότας αὐτόπτας, πάντας δὲ γινώσκοντας διότι λέγομεν ἀληθῆ, δίκαιόν ἐστι τὴν ἁρμόζουσαν πρόνοιαν ποιήσασθαι περὶ ἡμῶν. それゆえ、ローマの人々よ、あなた方の多くが自ら目撃しており、全員が私たちの語ることが真実であると知っている以上、あなた方が私たちについてふさわしい配慮をなさることは正当なことです。
§21.21.2καὶ γὰρ ἂν πάντων γένοιτο δεινότατον, εἰ Μασαννάσαν μὲν τὸν οὐ μόνον ὑπάρξαντα πολέμιον ὑμῖν, ἀλλὰ καὶ τὸ τελευταῖον καταφυγόντα πρὸς ὑμᾶς μετά τινων ἱππέων, τοῦτον, ὅτι καθʼ ἕνα πόλεμον τὸν πρὸς Καρχηδονίους ἐτήρησε τὴν πίστιν, βασιλέα τῶν πλείστων μερῶν τῆς Λιβύης πεποιήκατε, Πλευρᾶτον δέ,
καὶ γὰρ ἂν πάντων γένοιτο δεινότατον, εἰ Μασαννάσαν μὲν τὸν οὐ μόνον ὑπάρξαντα πολέμιον ὑμῖν, ἀλλὰ καὶ τὸ τελευταῖον καταφυγόντα πρὸς ὑμᾶς μετά τινων ἱππέων, τοῦτον, ὅτι καθʼ ἕνα πόλεμον τὸν πρὸς Καρχηδονίους ἐτήρησε τὴν πίστιν, βασιλέα τῶν πλείστων μερῶν τῆς Λιβύης πεποιήκατε, Πλευρᾶτον δέ, なぜなら、次のようなことになれば、あらゆることの中で最も恐ろしいことになるからです。
§21.21.3πράξαντα μὲν ἁπλῶς οὐδέν, διαφυλάξαντα δὲ μόνον τὴν πίστιν, μέγιστον τῶν κατὰ τὴν Ἰλλυρίδα δυναστῶν ἀναδεδείχατε, §21.21.4ἡμᾶς δὲ τοὺς διὰ προγόνων τὰ μέγιστα καὶ κάλλιστα τῶν ἔργων ὑμῖν συγκατειργασμένους παρʼ οὐδὲν ποιήσεσθε.
すなわち、あなた方の敵であったばかりでなく、最後には数騎の騎兵とともにあなた方に逃げ込んできたにすぎないマサナッサに対しては、カルタゴに対するたった一つの戦争において忠義を守ったという理由で、リビュアの大部分の王となし、一方でプレウラトスに対しては、 πράξαντα μὲν ἁπλῶς οὐδέν, διαφυλάξαντα δὲ μόνον τὴν πίστιν, μέγιστον τῶν κατὰ τὴν Ἰλλυρίδα δυναστῶν ἀναδεδείχατε, まったく何もしなかったにもかかわらず、ただ忠義を守り抜いたというだけで、イリュリア地方の支配者たちのうちで最大の者へと引き上げられたというのに、 ἡμᾶς δὲ τοὺς διὰ προγόνων τὰ μέγιστα καὶ κάλλιστα τῶν ἔργων ὑμῖν συγκατειργασμένους παρʼ οὐδὲν ποιήσεσθε. 先祖代々にわたってあなた方とともに最も偉大で最も輝かしい業績を成し遂げてきた私たちを、あなた方が無きもののように軽んじることになれば。
§21.21.5τί οὖν ἐστιν ὃ παρακαλῶ, καὶ τίνος φημὶ δεῖν ἡμᾶς τυγχάνειν παρʼ ὑμῶν;
τί οὖν ἐστιν ὃ παρακαλῶ, καὶ τίνος φημὶ δεῖν ἡμᾶς τυγχάνειν παρʼ ὑμῶν; ἐρῶ μετὰ παρρησίας, それでは、私が求めていることは何であり、私たちがあなた方から得るべきだと主張しているものは何でしょうか。
ἐρῶ μετὰ παρρησίας,
率直に申し上げましょう。
§21.21.6ἐπείπερ ἡμᾶς ἐξεκαλέσασθε πρὸς τὸ λέγειν ὑμῖν τὸ φαινόμενον.
ἐπείπερ ἡμᾶς ἐξεκαλέσασθε πρὸς τὸ λέγειν ὑμῖν τὸ φαινόμενον. あなた方が私たちに対して、最善と思われることを述べるよう促してくださったのですから。
§21.21.7εἰ μὲν αὐτοὶ κρίνετέ τινας τόπους διακατέχειν τῆς Ἀσίας τῶν ὄντων μὲν ἐπὶ τάδε τοῦ Ταύρου, ταττομένων δὲ πρότερον ὑπʼ Ἀντίοχον, τοῦτο καὶ μάλιστα βουλοίμεθʼ ἂν ἰδεῖν γενόμενον·
εἰ μὲν αὐτοὶ κρίνετέ τινας τόπους διακατέχειν τῆς Ἀσίας τῶν ὄντων μὲν ἐπὶ τάδε τοῦ Ταύρου, ταττομένων δὲ πρότερον ὑπʼ Ἀντίοχον, τοῦτο καὶ μάλιστα βουλοίμεθʼ ἂν ἰδεῖν γενόμενον· もしあなた方ご自身が、タウロス山脈のこちら側にあり、以前はアンティオコスの配下にあったアジアのいくつかの地域を直接領有することをお決めになるのであれば、私たちはそれが行われるのを見ることを何よりも望みます。
§21.21.8καὶ γὰρ ἀσφαλέστατα βασιλεύσειν ὑμῖν γειτνιῶντες ὑπολαμβάνομεν καὶ μάλιστα μετέχοντες τῆς ὑμετέρας ἐξουσίας.
καὶ γὰρ ἀσφαλέστατα βασιλεύσειν ὑμῖν γειτνιῶντες ὑπολαμβάνομεν καὶ μάλιστα μετέχοντες τῆς ὑμετέρας ἐξουσίας. なぜなら、私たちはあなた方と隣り合い、あなた方の権威に最もあずかることによって、最も安全に国を治めることができると考えるからです。
§21.21.9εἰ δὲ τοῦτο μὴ κρίνετε ποιεῖν, ἀλλʼ ἐκχωρεῖν τῆς Ἀσίας ὁλοσχερῶς, οὐδενί φαμεν δικαιότερον εἶναι παραχωρεῖν ὑμᾶς τῶν ἐκ τοῦ πολέμου γεγονότων ἄθλων ἤπερ ἡμῖν.
εἰ δὲ τοῦτο μὴ κρίνετε ποιεῖν, ἀλλʼ ἐκχωρεῖν τῆς Ἀσίας ὁλοσχερῶς, οὐδενί φαμεν δικαιότερον εἶναι παραχωρεῖν ὑμᾶς τῶν ἐκ τοῦ πολέμου γεγονότων ἄθλων ἤπερ ἡμῖν. しかし、もしあなた方がそうすることを選ばず、アジアから完全に撤退されるのであれば、戦争から生じた報償をあなた方が譲渡する相手として、私たち以上にふさわしい者は誰もいないと私たちは主張します。
§21.21.10νὴ Δίʼ, ἀλλὰ κάλλιόν ἐστι τοὺς δουλεύοντας ἐλευθεροῦν.
νὴ Δίʼ, ἀλλὰ κάλλιόν ἐστι τοὺς δουλεύοντας ἐλευθεροῦν. εἴγε μὴ μετʼ Ἀντιόχου πολεμεῖν ὑμῖν ἐτόλμησαν. 「だが、ゼウスにかけて、隷属している者たちを自由にする方がより美しいことだ」と。
εἴγε μὴ μετʼ Ἀντιόχου πολεμεῖν ὑμῖν ἐτόλμησαν.
確かに、彼らがアンティオコスとともにあなた方に戦いを挑むような大胆なことをしなかったのであれば、その通りでしょう。
§21.21.11ἐπεὶ δὲ τοῦθʼ ὑπέμειναν, πολλῷ κάλλιον τὸ τοῖς ἀληθινοῖς φίλοις τὰς ἁρμοζούσας χάριτας ἀποδιδόναι μᾶλλον ἢ τοὺς πολεμίους γεγονότας εὐεργετεῖν.
ἐπεὶ δὲ τοῦθʼ ὑπέμειναν, πολλῷ κάλλιον τὸ τοῖς ἀληθινοῖς φίλοις τὰς ἁρμοζούσας χάριτας ἀποδιδόναι μᾶλλον ἢ τοὺς πολεμίους γεγονότας εὐεργετεῖν." しかし彼らがそれを受け入れたからには、敵となった者たちに恩恵を施すよりも、真の友に対してふさわしい報いを返す方が、はるかに美しいことです。
"

語釈・文法注

  1. §21.21.1ὥσθʼ ὑμᾶς — 「ὥστε + 対格 + 不定詞」の構文。対格の ὑμᾶς は、文末の不定詞 ποιήσασθαι の意味上の主語。間にある γεγονότας および γινώσκοντας は ὑμᾶς に一致する分詞。
  2. §21.21.2Μασαννάσαν... τοῦτον — 目的格の重複。文頭に置かれた Μασαννάσαν が、関係節や付帯状況などの長い挿入句を挟んだ後、動詞 πεποιήκατε の直前で指示代名詞 τοῦτον によって再び指示されている。
  3. §21.21.2ἂν... γένοιτο... εἰ... ποιήσεσθε — 帰結節に ἄν + 希求法(γένοιτο)を用い、条件節(§21.21.4)に直説法未来(ποιήσεσθε)を用いる混合条件句。未来の事実として危惧される事態を前提に、その結果としての不条理を潜在的・遠回しに表現している。
  4. §21.21.10εἴγε μὴ — 「少なくとも〜でなかったならば」という、ある前提条件が満たされない限り成立しないことを示す。前文の κάλλιόν ἐστι(〜はより美しい)に対して、実際には彼らがアンティオコスとともに戦ったという事実があるため、その美しさが否定されることを含意する省略的条件。

この箇所を引用する

ポリュビオス, 歴史 §21.21.1-21.21.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:21.21.1-21.21.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。