§21.20.1κατολιγωροῦντες τούτων.
轻视他们。
ἐγὼ δὲ περὶ μὲν τῶν ἄλλων, ὅτου δέοι, παντὸς ἂν παραχωρήσαιμι τοῖς πέλας ἀφιλονίκως, περὶ δὲ τῆς ὑμετέρας φιλίας καὶ τῆς εἰς ὑμᾶς εὐνοίας ἁπλῶς οὐδέποτʼ ἂν οὐδενὶ τῶν ὄντων ἐκχωρήσαιμι κατὰ δύναμιν.
至于我,在其他事情上,如果需要,我会毫不争执地向邻人让步一切;但至于你们的友谊和对你们的善意,在我能力所及的范围内,我绝对不会向世上的任何人让步。
§21.20.2δοκῶ δὲ καὶ τὸν πατέρα τὸν ἡμέτερον, εἴπερ ἔζη, τὴν αὐτὴν ἂν προέσθαι φωνὴν ἐμοί.
我相信,如果我的父亲还活着,他也会发出与我相同的声音。
§21.20.3καὶ γὰρ ἐκεῖνος, πρῶτος μετασχὼν τῆς ὑμετέρας φιλίας καὶ συμμαχίας, σχεδὸν πάντων τῶν [κατὰ] τὴν Ἀσίαν καὶ τὴν Ἑλλάδα νεμομένων, εὐγενέστατα διεφύλαξε ταύτην ἕως τῆς τελευταίας ἡμέρας, οὐ μόνον κατὰ τὴν προαίρεσιν, ἀλλὰ καὶ κατὰ τὰς πράξεις.
因为他也是亚洲和希腊几乎所有居民中,第一个与你们结下友谊和同盟的人,并且直到生命最后一刻,不仅在心愿上,而且在行动上,都极其高尚地维护了这一关系。
§21.20.4πάντων γὰρ ὑμῖν ἐκοινώνησε τῶν κατὰ τὴν Ἑλλάδα πολέμων καὶ πλείστας μὲν εἰς τούτους καὶ πεζικὰς καὶ ναυτικὰς δυνάμεις παρέσχετο τῶν ἄλλων συμμάχων, πλείστην δὲ συνεβάλετο χορηγίαν καὶ μεγίστους ὑπέμεινε κινδύνους· §21.20.5τέλος δʼ εἰπεῖν, κατέστρεψε τὸν βίον ἐν αὐτοῖς τοῖς ἔργοις κατὰ τὸν Φιλιππικὸν πόλεμον, παρακαλῶν Βοιωτοὺς εἰς τὴν ὑμετέραν φιλίαν καὶ συμμαχίαν.
因为他与你们共同参与了在希腊发生的所有战争,并在这些战争中比其他所有盟友都提供了最多的陆军和海军力量,贡献了最多的物资支持,并承担了最大的危险;最后可以说,在同腓力的战争中,他正是在争取玻俄提亚人加入与你们的友谊和同盟的这些活动中结束了自己的生命。
§21.20.6ἐγὼ δὲ διαδεξάμενος τὴν ἀρχὴν τὴν μὲν προαίρεσιν τὴν τοῦ πατρὸς διεφύλαξα — ταύτην γὰρ οὐχ οἷόν τʼ ἦν ὑπερθέσθαι — τοῖς δὲ πράγμασιν ὑπερεθέμην.
而我继承了王位,维护了父亲的心愿——因为要超越这一点是不可能的——但在实际行动中,我却超越了他。
§21.20.7οἱ γὰρ καιροὶ τὴν ἐκ πυρὸς βάσανον ἐμοὶ μᾶλλον ἢ ʼκείνῳ προσῆγον.
因为时局带给我的火一般的考验,远多于带给他的。
§21.20.8Ἀντιόχου γὰρ σπουδάζοντος ἡμῖν θυγατέρα δοῦναι καὶ συνοικειωθῆναι τοῖς ὅλοις, διδόντος δὲ παραχρῆμα μὲν τὰς πρότερον ἀπηλλοτριωμένας ἀφʼ ἡμῶν πόλεις, μετὰ δὲ ταῦτα πᾶν ὑπισχνουμένου ποιήσειν, εἰ μετάσχοιμεν τοῦ πρὸς ὑμᾶς πολέμου, §21.20.9τοσοῦτον ἀπέσχομεν τοῦ προσδέξασθαί τι τούτων, ὡς πλείσταις μὲν καὶ πεζικαῖς καὶ ναυτικαῖς δυνάμεσιν τῶν ἄλλων συμμάχων ἠγωνίσμεθα μεθʼ ὑμῶν πρὸς Ἀντίοχον, πλείστας δὲ χορηγίας συμβεβλήμεθα πρὸς τὰς ὑμετέρας χρείας ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς, εἰς πάντας δὲ τοὺς κινδύνους δεδώκαμεν αὑτοὺς ἀπροφασίστως μετά γε τῶν ὑμετέρων ἡγεμόνων.
因为当安条克热切渴望将女儿嫁给我们并与我们结成全面姻亲关系,且当即提出归还先前从我们这里夺走的城市,并许诺此后如果能共同参与对你们的战争,将满足我们的一切要求时,我们非但没有接受其中的任何条件,反而以比其他所有盟友都更庞大的陆军和海军力量,与你们一起同安条克作战,并在最危急的关头为你们的急需贡献了最多的物资,而且在你们的统帅带领下,毫无借口地将我们自己投入到一切危险之中。
§21.20.10τὸ δὲ τελευταῖον ὑπεμείναμεν συγκλεισθέντες εἰς αὐτὸν τὸν Πέργαμον πολιορκεῖσθαι καὶ κινδυνεύειν ἅμα περὶ τοῦ βίου καὶ τῆς ἀρχῆς διὰ τὴν πρὸς τὸν ὑμέτερον δῆμον εὔνοιαν.
最后,由于对你们人民的善意,我们甚至忍受了被围困在佩尔伽蒙城内,同时让生命和王位都面临危险。