§21.17.1ὁ δὲ προειρημένος ἀνὴρ οὔτε νικήσαντας ἔφη Ῥωμαίους οὐδέποτε γενέσθαι βαρυτέρους,
前述の男は、ローマ人は勝利したからといって決して尊大になったことはない、と言った。
§21.17.2διὸ καὶ νῦν αὐτοῖς τὴν αὐτὴν ἀπόκρισιν δοθήσεσθαι παρὰ Ῥωμαίων, ἣν καὶ πρότερον ἔλαβον, ὅτε πρὸ τῆς μάχης παρεγενήθησαν ἐπὶ τὸν Ἑλλήσποντον.
それゆえ、今また彼らに対して、以前彼らが戦いの前にヘレスポントスにやって来たときに受け取ったのと同じ返答がローマ人から与えられるであろう、と。
§21.17.3δεῖν γὰρ αὐτοὺς ἔκ τε τῆς Εὐρώπης ἐκχωρεῖν καὶ τῆς Ἀσίας τῆς ἐπὶ τάδε τοῦ Ταύρου πάσης.
すなわち、彼らはヨーロッパから、またタウロス山脈のこちら側のすべてのアジアから退去せねばならないということである。
§21.17.4πρὸς δὲ τούτοις Εὐβοϊκὰ τάλαντʼ ἐπιδοῦναι μύρια καὶ πεντακισχίλια Ῥωμαίοις ἀντὶ τῆς εἰς τὸν πόλεμον δαπάνης.
これらに加えて、戦争の費用の代わりに、エウボイア規格のタラントン15,000をローマ人に支払うこと。
§21.17.5τούτων δὲ πεντακόσια μὲν παραχρῆμα, δισχίλια δὲ καὶ πεντακόσια πάλιν, ἐπειδὰν ὁ δῆμος κυρώσῃ τὰς διαλύσεις, τὰ δὲ λοιπὰ τελεῖν ἐν ἔτεσι δώδεκα, διδόντα καθʼ ἕκαστον ἔτος χίλια τάλαντα.
このうち、500タラントンは直ちに、2,500タラントンは民衆が和約を承認したときに、残りの額は12年間で、毎年1,000タラントンを支払いながら納付すること。
§21.17.6ἀποδοῦναι δὲ καὶ Εὐμένει τετρακόσια τάλαντα τὰ προσοφειλόμενα καὶ τὸν ἐλλείποντα σῖτον κατὰ τὰς πρὸς τὸν πατέρα συνθήκας.
また、エウメネスに対しても、父親との条約に従って、未払いの400タラントンと不足している穀物を返還すること。
§21.17.7σὺν δὲ τούτοις Ἀννίβαν ἐκδοῦναι τὸν Καρχηδόνιον καὶ Θόαντα τὸν Αἰτωλὸν καὶ Μνασίλοχον Ἀκαρνᾶνα καὶ Φίλωνα καὶ Εὐβουλίδαν τοὺς Χαλκιδέας.
これらとともに、カルタゴ人ハンニバル、アイトリア人トアス、アカルナニア人ムナシロコス、ハルキス人ピロンとエウブリダスを引き渡すこと。
§21.17.8πίστιν δὲ τούτων ὁμήρους εἴκοσι δοῦναι παραχρῆμα τὸν Ἀντίοχον τοὺς παραγραφέντας.
これらのことの保証として、アンティオコスはリストアップされた人質20名を直ちに差し出すこと。
§21.17.9ταῦτα μὲν οὖν ὁ Πόπλιος ἀπεφήναθʼ ὑπὲρ παντὸς τοῦ συνεδρίου.
これらのことをプブリウスは評議会全体を代表して言明した。
συγκαταθεμένων δὲ τῶν περὶ τὸν Ἀντίπατρον καὶ Ζεῦξιν, ἔδοξε πᾶσιν ἐξαποστεῖλαι πρεσβευτὰς εἰς τὴν Ῥώμην τοὺς παρακαλέσοντας τὴν σύγκλητον καὶ τὸν δῆμον ἐπικυρῶσαι τὰς συνθήκας.
アンティパトロスとゼウクシスの一行がこれに同意したので、全員は、元老院と民衆に条約を承認してもらうよう要請する使節をローマに派遣することを決定した。
§21.17.10καὶ τότε μὲν ἐπὶ τούτοις ἐχωρίσθησαν, ταῖς δʼ ἑξῆς ἡμέραις οἱ Ῥωμαῖοι διεῖλον τὰς δυνάμεις
その時は、これらの条件に合意して別れたが、翌日、ローマ人は軍勢を分けた。
§21.17.11μετὰ δέ τινας ἡμέρας παραγενομένων τῶν ὁμήρων εἰς τὴν Ἔφεσον, εὐθέως ἐγίνοντο περὶ τὸ πλεῖν εἰς τὴν Ῥώμην ὅ τʼ Εὐμένης οἵ τε παρʼ Ἀντιόχου πρεσβευταί,
数日後、人質たちがエフェソスに到着すると、エウメネスとアンティオコスからの使節たちは直ちにローマに向けて出航する準備をした。
§21.17.12παραπλησίως δὲ καὶ παρὰ Ῥοδίων καὶ παρὰ Σμυρναίων καὶ σχεδὸν τῶν ἐπὶ τάδε τοῦ Ταύρου πάντων τῶν κατοικούντων ἐθνῶν καὶ πολιτευμάτων ἐπρέσβευον εἰς τὴν Ῥώμην.
同様に、ロドス人やスミュルナ人、またタウロス山脈のこちら側に住むほぼすべての諸民族や諸国家からもローマへ使節が派遣された。