Humanitext Reader

波利比奥斯 · 历史 §21.17.1-21.17.12

普布利乌斯提出讲和条件与使团接受

第 977 段,共 1311 段 · 希腊语

内容简介

普布利乌斯向安条克的使团提出了严苛的和平条件,包括撤出欧洲和小亚细亚、巨额赔款、交出汉尼拔等人以及提供人质。使团对此表示同意,并决定派使者前往罗马以正式批准条约。

§21.17.1ὁ δὲ προειρημένος ἀνὴρ οὔτε νικήσαντας ἔφη Ῥωμαίους οὐδέποτε γενέσθαι βαρυτέρους, §21.17.2διὸ καὶ νῦν αὐτοῖς τὴν αὐτὴν ἀπόκρισιν δοθήσεσθαι παρὰ Ῥωμαίων, ἣν καὶ πρότερον ἔλαβον, ὅτε πρὸ τῆς μάχης παρεγενήθησαν ἐπὶ τὸν Ἑλλήσποντον.
而上述之人说,罗马人从未因获胜而变得更加专横,因此,即使是现在,他们也将从罗马人那里得到与先前相同的答复,即在战前他们来到赫勒斯滂时所得到的答复。
§21.17.3δεῖν γὰρ αὐτοὺς ἔκ τε τῆς Εὐρώπης ἐκχωρεῖν καὶ τῆς Ἀσίας τῆς ἐπὶ τάδε τοῦ Ταύρου πάσης.
因为他们必须撤出欧洲以及托罗斯山脉以西的整个亚洲。
§21.17.4πρὸς δὲ τούτοις Εὐβοϊκὰ τάλαντʼ ἐπιδοῦναι μύρια καὶ πεντακισχίλια Ῥωμαίοις ἀντὶ τῆς εἰς τὸν πόλεμον δαπάνης.
除此以外,还必须向罗马人支付一万五千艾波亚塔兰特,以作为战争费用的赔偿。
§21.17.5τούτων δὲ πεντακόσια μὲν παραχρῆμα, δισχίλια δὲ καὶ πεντακόσια πάλιν, ἐπειδὰν ὁ δῆμος κυρώσῃ τὰς διαλύσεις, τὰ δὲ λοιπὰ τελεῖν ἐν ἔτεσι δώδεκα, διδόντα καθʼ ἕκαστον ἔτος χίλια τάλαντα.
其中,五百塔兰特须立即支付,两千五百塔兰特在公民大会批准和约时支付,其余部分在十二年内付清,每年支付一千塔兰特。
§21.17.6ἀποδοῦναι δὲ καὶ Εὐμένει τετρακόσια τάλαντα τὰ προσοφειλόμενα καὶ τὸν ἐλλείποντα σῖτον κατὰ τὰς πρὸς τὸν πατέρα συνθήκας.
还必须偿还欧墨尼斯尚欠的四百塔兰特,以及根据与其父亲达成的协定所欠缺的粮食。
§21.17.7σὺν δὲ τούτοις Ἀννίβαν ἐκδοῦναι τὸν Καρχηδόνιον καὶ Θόαντα τὸν Αἰτωλὸν καὶ Μνασίλοχον Ἀκαρνᾶνα καὶ Φίλωνα καὶ Εὐβουλίδαν τοὺς Χαλκιδέας.
与这些同时,还须交出迦太基人汉尼拔、埃托利亚人托阿斯、阿卡纳尼亚人姆纳西洛科斯,以及哈尔基斯人菲隆和欧布里达斯。
§21.17.8πίστιν δὲ τούτων ὁμήρους εἴκοσι δοῦναι παραχρῆμα τὸν Ἀντίοχον τοὺς παραγραφέντας.
作为这些条款的担保,安条克必须立即提供指定的二十名人质。
§21.17.9ταῦτα μὲν οὖν ὁ Πόπλιος ἀπεφήναθʼ ὑπὲρ παντὸς τοῦ συνεδρίου.
这些条款是普布利乌斯代表整个议会宣布的。
συγκαταθεμένων δὲ τῶν περὶ τὸν Ἀντίπατρον καὶ Ζεῦξιν, ἔδοξε πᾶσιν ἐξαποστεῖλαι πρεσβευτὰς εἰς τὴν Ῥώμην τοὺς παρακαλέσοντας τὴν σύγκλητον καὶ τὸν δῆμον ἐπικυρῶσαι τὰς συνθήκας.
在安提帕特和泽乌克西斯表示赞同后,大家决定向罗马派遣使者,请求元老院和公民大会批准该条约。
§21.17.10καὶ τότε μὲν ἐπὶ τούτοις ἐχωρίσθησαν, ταῖς δʼ ἑξῆς ἡμέραις οἱ Ῥωμαῖοι διεῖλον τὰς δυνάμεις
当时,他们在此基础上各自离去,在接下来的日子里,罗马人划分了他们的军队。
§21.17.11μετὰ δέ τινας ἡμέρας παραγενομένων τῶν ὁμήρων εἰς τὴν Ἔφεσον, εὐθέως ἐγίνοντο περὶ τὸ πλεῖν εἰς τὴν Ῥώμην ὅ τʼ Εὐμένης οἵ τε παρʼ Ἀντιόχου πρεσβευταί, §21.17.12παραπλησίως δὲ καὶ παρὰ Ῥοδίων καὶ παρὰ Σμυρναίων καὶ σχεδὸν τῶν ἐπὶ τάδε τοῦ Ταύρου πάντων τῶν κατοικούντων ἐθνῶν καὶ πολιτευμάτων ἐπρέσβευον εἰς τὴν Ῥώμην.
几天后,当人质抵达艾菲索斯时,欧墨尼斯和来自安条克的使者立即准备启程前往罗马,同样,罗得斯人、斯弥尔纳人以及几乎所有居住在托罗斯山脉以西的民族和城邦,也都向罗马派遣了使者。

词汇与语法注释

  1. §21.17.1βαρυτέρους — 形容词 βαρύς 的阳性复数宾格比较级,在以 Ῥωμαίους 为主语的不定式结构中作宾语补足语。其字面原意为“更重的”,在此处引申为对战败者“更加专横、苛刻、傲慢”。
  2. §21.17.3δεῖν — 主句动词 ἔφη 所引导的间接引语中的非人称不定式(来自 δεῖ)。从此处直至 §21.17.8 的各个不定式(ἐπιδοῦναι, τελεῖν, ἀποδοῦναι, ἐκδοῦναι, δοῦναι)均依赖于该 δεῖν,用以具体列举和约的各项条款。
  3. §21.17.5διδόντα — 现在分词主动语态、阳性单数宾格。语法上与不定式的逻辑主语安条克国王(单数)相一致。采用单数而非复数形式,强调了国王作为履行每年赔款的主体责任。

引用这一段

波利比奥斯, 历史 §21.17.1-21.17.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:21.17.1-21.17.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。